# P.Panop. Beatty 2.6.139-152

Documentary Papyri, P.Panop. Beatty, 2.6.139 to 2.6.152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/2.6.139
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/2.6.139

μετὰ ἕκτον παράγγελμα, αὐτὸ τοῦτο σημῆναι φρόντιστον τῇ τάξει, ἵνα τῆς ἑβδόμης ἅστης παρʼ ἐμοὶ πληρωθείσης κυρωθείη τὰ προσήκοντα, τέως δὲ οἱ… εἰς τ… τοσοῦτον ὑπερβαλλόμενοι ἐχέσθωσαν τῆς ἐπαγγελίας δίχα προκρίσεως τοῦ ταμείου, πλὴν εἰ μή τινες ἕτεροι ἐπαυξῆσαι βουληθεῖεν τὰ ὑπʼ ἐκείνων ἐπηγγελμένα. ἐπεὶ δὲ καὶ τοῦ διεληλυθότος ἄχρι νῦν χρόνου λογισμὸν δεῖ γενέσθαι, γνῶθι τίνες ἦσαν οἱ τότε ταύτην καρπούμενοι τὴν χώραν, ἵνʼ ἥ τε ὀφειλομένη πρόσοδος ὑπὲρ αὐτῆς ἀποσωθείῃ τῷ ταμείῳ καὶ τὰ ἐπὶ τῇ φορολογίαι τεταγμένα παρʼ αὐτῶν τῶν κατεσχηκότων. ἐπεὶ δὲ συνέστηκεν ἐκ τῆς ὁμοίας ἰδέας τῆς ἐν ὑπολόγῳ πρότερον φερομένης ἐσπαρμένην νῦν κατειλῆμφθαι ων… τὰ βιβλία τοῦ κηνσίτορος σημαίνει, καὶ ἐπʼ ἐκείνῃ παρὰ τῶν τε διακατεσχηκότων καὶ τῶν νῦν κατεχόντων τὸ ἀζήμιον γενέσθω τῷ ταμείῳ κατὰ τὰ προειρημένα ἐπί τε τοῦ προειρημένου νομοῦ καὶ τῆς ἄλλης τῆς ὑπό σε διοικήσεως ὡς ἐξεῖναι τοῖς βουλομένοις ἐπὶ τῇ τοιαύτῃ γῇ ὑποστάσεις προσφέρειν κατὰ τὸ παράδειγμα τῶν ἤδη προσεληλυθότων. κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῆς ἐπιτροπῆς χαίρειν. εἰ καὶ κίνδυνος μείζων κατὰ τὸ εὔλογον ἐξεδέχετο τοὺς παραλιπόντας τὴν ἑαυτῶν ἄμπελον ἐν ταῖς μικρῷ πρότερον γενομέναις κατὰ τὸ θεῖον πρόσταγμα ἀπογραφαῖς πρὶν τῆς τῶν κηνσιτόρων ἀφίξεως, ὅμως πρὸς τὴν τῶν καιρῶν εὐμοιρίαν καὶ τὸ κατʼ αὐτοὺς τέως …ησάμενος κελεύω ὑμῖν τὴν σύγκρισιν τῶν ἀπογραφῶν ἁπασῶν καθʼ ἕκαστον ὄνομα καὶ τοποθεσίαν πρὸς τοὺς συσταθέντας κήνσους ποιήσασθαι, ὡσὰν φανεροὶ γένοιντο οἱ τὰς ἀπογραφὰς παραλιπόντες εἴτε ἐκ πλήρους εἴτε ἀπὸ μέρους. καὶ τούτους δίχα τινὸς ὑπερθέσεως ἀπαιτῆσαι καὶ τὸν ὑπὲρ τῆς πρώτης καὶ δευτέρας ἰνδικτίωνος ὀφειλόμενον οἶνον, ἀγαπητῶς ἔχοντας τὸ τὴν μείζονα ἐν τῷ παρόντι ἐκπεφευγέναι καταδίκην, ἵνα καὶ ἐκεῖνο τὸ μέτρον τοῦ οἴνου εἰς τὴν στρατιωτικὴν εὐθενείαν καὶ μὴ εἰς κέρδος τοῖς κακουργήσασι προχωρήσῃ. ὅτι μέντοι ἡ ἀναμέτρησις σαφῶς διακρίνει τὴν μηδέπω κατὰ τὸν καιρὸν τῶν προειρημένων ἰνδικτιώνων δύο καταπεφυτευμένην ἄμπελον, καὶ τοῦτο ἔστι δῆλον ὡς μὴ παράλογόν τινα ὑπομεῖναι ἐνόχλησιν. φροντίσατε δὲ καὶ τὸ ἐκ τοῦ λόγου τούτου περισωθησόμενον ξεστιμὸν καὶ πάντα τὰ καταπεπραγμένα ὑμῖν διὰ γραμμάτων ἐπʼ ἐμὲ ἀνενεγκεῖν, χάριτος πάσης ἢ κέρδους τὴν ἑαυτῶν σωτηρίαν καὶ ἂν ἐν τούτῳ προτιθέντες· ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιη.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
