# P.Panop. Beatty 2.7.186-2.8.202

Documentary Papyri, P.Panop. Beatty, 2.7.186 to 2.8.202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/2.7.186
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/2.7.186

ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ὑπὸ Μουκιανὸν πραιπόσιτον στρατιώταις οὐιξιλλατίωνος λεγεώνων διαφόρων ὀριενταλίων διακειμένοις ἐν κάστροις τῆς Ποτεκόπτου φροντίσατε ἐξοδιάσαι ὑπὲρ στιπενδίου τῆς πρὸ ιβ καλανδῶν Δεκεμβρίων κρατήσεως τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ τῆς εὐτυχεστάτης ζ καὶ ϛ ὑπατείας τῶν δεσπότων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηναρίων μυριάδας διακοσίας τεσσαράκοντα ἐννέα καὶ ἑξακισχιλίας διακοσίας πεντήκοντα ἀττικὰς καὶ ταύτας παραδοῦναι κη Δρακοντίῳ ἑκατοντάρχῳ ὀρδινάτῳ καὶ Χωρικίῳ σιγνιφέρι ὀπινιάτορσι καὶ ἄποχα δέξασθαι παρʼ αὐτῶν ἐπὶ τῇ ἀπαριθμήσει γράμματα ἐπʼ ἐμὲ δὲ ἀνενεγκεῖν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ κγ. ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ὑπὸ Μουκιανὸν πραιπόσιτον στρατιώταις οὐιξιλλατίωνος λεγεώνων διαφόρων ὀριενταλίων διακειμένοις ἐν κάστροις τῆς Ποτεκόπτου φροντίσατε ἐξοδιάσαι ὑπὲρ δωνατίου τῆς πρὸ ια καλανδῶν Ἰανουαρίων γενεθλίου τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ τῆς εὐτυχεστάτης ζ καὶ ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηναρίων μυριάδας διακοσίας τεσσαράκοντα ἐννέα καὶ ἑξακισχιλίας διακοσίας πεντήκοντα ἀττικὰς καὶ ταύτας παραδοῦναι Κ…ῳ ἑκατοντάρχῳ καὶ Φιλίππῳ σιγνιφέρι ὀπινιάτορσιν καὶ ἄποχα δέξασθαι παρʼ αὐτῶν ἐπὶ τῇ ἀπαριθμήσει γράμματα ἐπʼ ἐμὲ δὲ ἀνενεγκεῖν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ β…. ἄλλων β κομισθεισῶν διὰ τῶν ἐγγεγραμμένων, Φαμενὼθ β. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. φροντίσατε ἐξοδιάσαι ἐπʼ αὐτῆς ὥρας ἧς ἂν δέξησθε τὰ παρʼ ἐμοῦ γράμματα κατὰ κέλευσιν τοῦ κυρίου μου Δόμνου τοῦ διασημοτάτου καθολικοῦ Λεοντίῳ πραιποσίτῳ ἱππέων προμώτων λεγεῶνος β Τραιανῆς διακειμένων ἐν Τεντύρᾳ ὑπὲρ πραιτερίτου δωνατίου τῆς μὲν πρὸ δεκαδύο καλενδῶν Δεκεμβρίων κρατήσεως τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ τῆς εὐτυχεστάτης ζ καὶ ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηνάρια δισχίλια πεντακόσια , καὶ ὑπὲρ δωνατίου τῆς πρὸ δέκα μιᾶς καλενδῶν Ἰανουαρίων γενεθλίου τοῦ αὐτοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τῆς αὐτῆς ὑπατείας δηνάρια δισχίλια πεντακόσια , καὶ ὑπὲρ στιπενδίου καλενδῶν Ἰανουαρίων τῆς εὐτυχεστάτης ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων δηνάρια μύρια ὀκτακισχίλια , ὁμοῦ τὰς συναγομένας δηναρίων μυριάδας δύο καὶ τρισχιλίας ἀττικὰς διὰ Μάρωνος ἑκατοντάρχου καὶ Ἀμμωνίου ἱππέως ὀπινιατόρων· καὶ ἄποχα δέξασθαι παρʼ αὐτῶν

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
