# P.Panop. Beatty 2.9.233-244

Documentary Papyri, P.Panop. Beatty, 2.9.233 to 2.9.244. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/2.9.233
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/2.9.233

μὴ τοῖς τεταγμένοις μέτροις κεχρημένους ἀλλὰ μείζοσιν, καὶ βλάβην οὐκ ὀλίγην τοῖς κτήτορσι παρεχομένους. ἀλλʼ εἰ καὶ ἐπʼ ἐκείνων ἡ δέουσα ἐπιστρέφεια καὶ κατὰ τοὺς νόμους προεχώρησεν, ὅμως ἐκεῖθεν στοχασάμενος μὴ ἄρα καὶ ἐν ἄλλοις τῆς ἐπιτροπῆς νομοῖς τὸ αὐτὸ συμβαίνῃ γίγνεσθαι, προαπαγγεῖλαι πᾶσι διὰ τοῦδε τοῦ προγράμματος ἀκόλουθον ἐνόμισα, τοῖς μὲν πρακτῆρσιν ὥστε τῶν τοιούτων παντελῶς ἀπέχεσθαι, ὡς οὐκ ἄχρι ζημίας ἐπιστραφησομένοις ἀλλὰ καὶ τὸν περὶ ψυχῆς ὑποστησομένοις κίνδυνον εἰ ἐπʼ αἰτίᾳ τηλικαύτῃ φωραθεῖεν, τοῖς δέ γε συντελοῦσιν μὴ ἀνέχεσθαι τῶν τοιούτων ἀπαιτήσεων, ἀλλʼ αὐτὰ τὰ εἴδη προίεσθαι τὰ εἰς τὴν στρατιωτικὴν εὐθενίαν προχωροῦντα οὕτως ὥσπερ καὶ διατετύπωται. διὰ φροντίδος δὲ γενέσθω τοῖς στρατηγοῖς πᾶσαν πρόφασιν ἀπληστείας τῶν ἀπαιτούντων περιελεῖν, καὶ τὸ μὲν κρέας μὴ ἐπιτρέπειν ἀλλαχόσε παραδίδοσθαι τοῖς ὑπολαμβάνουσι ἀλλʼ ἐπʼ αὐτῆς τῆς πόλεως, καὶ ταῦτα σταθμῷ τῷ δικαιοτάτῳ. ὑπὲρ δὲ τοῦ καὶ τὴν κατὰ τὸ ἄχυρον καὶ τὰς κριθὰς παράδοσιν οὕτω προχωρεῖν ὡς προσῆκεν, καὶ κοφίνους ἕκαστον λιτρῶν πέντε καὶ εἴκοσι ἀλλὰ μὴν τὰ μέτρα δημοσίᾳ γνωμονίσαι, καὶ κατασημανθέντα τῇ δημοσίᾳ σφαγίδι ἀποκλεῖσθαι καθʼ ἑκάστην τοπαρχίαν, εἰ δὲ οἷόν τε καὶ κώμην, πρὸς τὸ γνώμοσι χρῆσθαι τούτοις τοὺς συντελοῦντας καὶ μηδεμίαν κατʼ αὐτῶν πλεονεξίαν προχωρῆσαι. προέσθωσαν μέντοι καὶ τοῦτο οἱ ἄγροικοι ὅπερ ἐπὶ τοῦ Πανοπολίτου ἔτι τολμᾶσθαι εἰς ἐμὲ ἧκεν· οὐ γὰρ ῥαβδοῦχον οὔτε τροφὰς ζῴων ἢ ἄλλην τινα τοιαύτην καπηλείαν ὑπομένειν οὐδένα χρή, ἀλλʼ ἵστασθαι τὰ τῆς συντελείας μέχρι μόνων τῶν ἐκ τῆς θείας διατυπώσεως τεταγμένων. εἰ δὲ μετὰ τήνδε μου τὴν παραίνεσιν ἤ τινες τῶν πρακτήρων τοῖς αὐτοῖς ἐπιμένειν βουληθεῖεν ἢ οἱ στρατηγοὶ συνδυάζοντες αὐτοῖς ἐπιτρέποιέν τι παράνομον γίγνεσθαι, ὁ αἴτιος φωραθησόμενος ἐκπεμφθήσεται πρὸς τὸν κύριόν μου Δόμνον τὸν διασημότατον καθολικὸν εἰς τὴν ἀξίαν ἐπεξέλευσιν. προθές. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους· Μεχεὶρ α.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
