# P.Paris p. 17

Documentary Papyri, P.Paris p., P.Paris p. 230-232 no. 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-paris-p/17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-paris-p/17

ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμοῦθι λ, ἐν Συήνῃ τῆς Θηβαίδος τοῦ περὶ Ἐλεφαντίνην νομοῦ, ἐπὶ Ῥουφίλλου Νίγρου ἀγορανόμου. ἀπέδοτο Πάρις Πάριδος μητρὸς Ταναπῶτις, τῶν ἀπὸ Ἐλεφαντίνης τῆς μητροπόλεως, κληρονόμος …έξεται τοῦ μετηλλαχότος αὑτοῦ πατρὸς Πάριδος ὡς ἐτῶν κγ, μέσος λευκόxρους oὐλὴ …, τὸ ὑπάρχον αὑτῷ μέρος ἥμισυ κελλῶν δύο οὐσῶν ἐν τῇ μέσῃ μερίδι Ἐλεφαντίνης, ἐπʼ ἀμφόδου Ἕρμωνος ἀκολούθως τῇ ἐπενεχθείσῃ αὐτῷ κατὰ χειρόγραφον διαρέσει, γενομένῃ τῷ ἐνεστῶτι μηνὶ Φαρμοῦθι. γείτονες τῆς ὅλης οἰκίας· νότου οἰκία Ταχόμτα Ἕρμωνος· βορρᾶ … λιβὸς τόπος καλούμενος Φανκαλαπτίς, ἀπηλιώτῃ οἰκία Πετορζμήθου Ζμεν… ἢ οἷοι ἐὰν ὦσιν γείτονες πάντοθεν, καθὼς ὑπηγόρευσεν ὁ ἀποδόμενος ἐφʼ ᾗ … τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου σεβαστῶν νομίσματος δραχμῶν εἴκοσι ὀκτὼ, δραχμαὶ κη, ἃς καὶ ἀπέσχεν παρὰ τῆς πριαμένης διὰ χειρὸς ἐξ οἴκου. ἐπρίατο Θινσενπῶς Σαραπάμμωνος μητρὸς Θινσενπῶτος, τῶν ἀπὸ τῆς αὐτῆς Ἐλεφαντίνης μετὰ κυρίου ουπα… τοῦ ἑαυτῆς κατὰ πατέρα ἀδελφοῦ Παχνοῦβις Σαραπάμμωνος τῶν ἀπὸ τῆς αὐτῆς Ἐλεφαντίνης. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πάρις ὁ προκείμενος ὁ ἀποδόμενος, ὃν ἐδέξατο Θινσενπὼς Σαραπάμμωνος ἡ πριαμένη ᾗ καὶ ἀνέδωκεν τὴν γενομένην κατὰ χειρόγραφον διαίρεσιν. Πάρις Παρίου μητρὸς Ταναπῶτις τῶν ἀπὸ Ἐλεφαντίνης ὁ προγεγραμμένος τέθειμαι τὴν προκιμένην ὠνὴν τοῦ ὑπάρχοντός μοι μέρους ἡμίσους κελλῶν δύο οὐσῶν ἐν τῇ μέσῃ μερίδι Ἐλεφαντίνης, καὶ ἀπέχω τὴν τιμὴν τὰς τοῦ ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω καθὼς πρόκιται. Κοΐντος Κίνκιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμοῦθι λ. Θινζμεμπὼς Σαραπίωνος μητρὸς Θιζμεμπῶτος, ἡ προγεγραμμένη μετὰ κυρίου τοῦ ὁμοπατρίου μου ἀδελφοῦ Παχνοῦβις Σαραπάμμωνος ἐώνημαι καθὼς πρόκειται. Σωκράτης Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτῆς ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Ἑρμογένης Καικιλίου μισθωτὴς εἴδους ἐγκυκλίου καὶ ὑποκειμένων βασιλικῇ γραμματείᾳ καὶ Ἀμμώνιος Σωκράτους κληρονόμος τοῦ μετηλλαχότος αὐτοῦ πατρὸς, κοινωνοῦ μου γεναμένου, Θινσεμπῶτι Σεραπίωνος χαίρειν. ἔσχαμεν παρὰ σοῦ τὸ γεινόμενον τέλος τῆς προκειμένης ὠνῆς. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Θὼτ ιϛ. Ἀπολλῶνις συνεπείσθην.

---

Documentary Papyri, P.Paris p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.paris.
