# P.Paris p. pg257

Documentary Papyri, P.Paris p., P.Paris p. 251-254 no. 21 ter. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-paris-p/pg257
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-paris-p/pg257

…ος Ἀρσένιος Καλλινίκου … ἐφʼ ᾧ ἐπείσθην δηλαδὴ … κατὰ νόμους ταύτης τῆς πράσεως … κληρονόμων μου καὶ διαδόχων καὶ διακατόχων … κατὰ πᾶσαν βεβαίωσιν ἀπὸ παντὸς τοῦ ἐπελευσομένου … κληρονόμοις ἢ διαδόχοις ἢ διακατόχοις … ἐμοῦ ὀνόματος ἢ ἄλλου τινὸς ἁπαξαπλῶς ἐν παντὶ καιρῷ ἐπάναγκες, εἰ δὲ συμβαίη, ὁ μὴ εἴη, ἐκνίκησιν ἢ ἀμφισβήτησίν τινα γίνεσθαι περὶ τοῦ εἰρημένου μέρους τρίτου οἴκίας ἢ περὶ μέρους αὐτοῦ … ἢ δεσποτείας ἢ δικαίου οἱουδήποτε παρʼ οἱουδήποτε προσώπου ἐν δικαστηρίοις ἢ ἐκτὸς δικαστηρίων ἐπὶ τῷ ἐμὲ τὸν ἀποδόμενον καὶ τοὺς ἐμοὺς κληρονόμους καὶ διαδόχους παντοίους ἰδίοις ἀναλώμασιν καὶ δαπανήμασιν ἀποστήσειν καὶ ἀποσοβεῖν πάντας τοὺς ἐπελευσομένους ἐμοὶ καὶ τοῖς ἐμοῖς κληρονόμοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἐπιγνῶναι τὸ προκείμενον τίμημα ἐν διπλῷ καὶ πάντα τὰ ἀναλώματα καὶ τὰ δαπανήματα τὰ ἀναλωθησόμενα εἴς τε βελτίωσιν καὶ εἰς οἰκοδομὴν καὶ εἰς ἑτέραν χειρουργίαν καὶ εἰς δίκην εἴ τις συμβαίη γενηθῆναι ὁμοίως ἐν διπλῷ ἀποκαταστήσειν μετὰ τοῦ ταύτην τὴν πρᾶσιν ἀρραγῆ καὶ ἀσάλευτον εἶναι διὰ παντὸς ἥνπερ ὑμῖν ἐθέμην πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην κινδύνῳ ἐμῷ καὶ τῶν ἐμῶν κληρονόμων καὶ διαδόχων πόρῳ τῆς παντοίας ἡμῶν ὑποστάσεως τῆς καὶ ἐπικειμένης ὑμῖν εἰς τοῦτο καθάπερ ἐκ δίκης· καὶ ἐπὶ τούτοις ἅπασιν ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀρσένιος Καλλινίκου ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν τοῦ εἰρημένου μέρους τρίτου οἰκίας μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ ἀπέσχον παρὰ τῶν προκειμένων τὴν τιμήν, τουτʼ ἔστιν χρυσοῦ νομίσματα δύο παρὰ κεράτια …, νομισμάτια β παρὰ κεράτια … ζυγῷ Ἀλεξανδρείας καὶ βεβαιώσω ταύτην τὴν πρᾶσιν κατὰ πᾶσαν βεβαίωσιν· καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς Φλάουιος Φ…σι…αιος …υ …κ…ομ ἀπὸ Πανός. Φλάουιος Εὑρέσιος Βίκτορος Κτήτωρ ἀπὸ Πανὸς μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. Φλάουιος Ἰωάννης Μεγάλου ἀπὸ Πανὸς μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. Φλάουιος Ζαχαρίας Παννῆτος σὺν θεῷ γραμματεὺς ἀπὸ Πανὸς μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. ἐγράφη διὰ γραφείου Μάρκου σὺν θεῷ συμβολαιογράφου. …

---

Documentary Papyri, P.Paris p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.paris.
