# P.Petaus 14

Documentary Papyri, P.Petaus, P.Petaus 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petaus/14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petaus/14

Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Σύρων καὶ ἄλλων κωμῶν. πρὸς ὑπόσχεσιν δοθεῖσάν σοι ὑπὸ Τασοκμήτιος Παθύνεως μετὰ κυρίου τοῦ ἀνδρὸς Φολήμιος Σοκμήτιος ἀπὸ κώμης Σύρων βουλομένης ὠνήσασθαι ἐκ τῶν εἰς πρᾶσιν ὑπερκειμένων τῆς διοικήσεως πρότερον Παθύνεως νεωτέρου Σοκμᾶ τοῦ Μαρρείους ἐν τῇ κώμῃ γ μέρος οἰκίας ἀνθʼ οὗ ὅλη οἰκία καινὴ καὶ ἄλλο 𐅷 μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς ἐν δευτέρῳ τόπῳ, ὧν τῆς μὲν οἰκίας γείτονες νότου εἴσοδος καὶ ἔξοδος βορρᾶ εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου Παθύνεως Παθύνεως καὶ μετόχων οἰκία λιβὸς Τασοκμήνεως Παθύνεως οἰκία, καὶ τοῦ 𐅷 μέρους τῆς οἰκίας καὶ αὐλῆς γείτονες τῆς ὅλης νότου Παθύνεως Μελανχορᾶ καὶ μετόχων αὐλὴ βορρᾶ Τομψάιτος καὶ Παθύνεως οἰκία ἀπηλιώτου Σοκμήνεως Παθύνεως οἰκία λιβὸς δρόμος ἱεροῦ Σοκμήτιος θεοῦ μεγάλου, καὶ πρότερον Παθύνεως Σοκμήτιος γενομένου σιτολόγου περὶ τὴν κώμην κλήρου ἀρούρας ε 𐅵, γίνονται ἄρουραι ε 𐅵, γείτονες νότου Σοήρεως Σοκμήτιος καὶ μετόχων σιτικὰ ἐδάφη βορρᾶ Κιαλῆτος σιτικὰ ἐδάφη ἀπηλιώτου χῶμα ὁδευόμενον λιβὸς Σοκμᾶ Σωκράτους καὶ μετόχων δημοσία γῆ, τιμῆς τῶν μὲν οἰκιῶν ἀργυρίου δραχμῶν σ καὶ τῶν σιτικῶν ὁμοίως δραχμῶν σ, γίνονται τῆς κυρώσεως δραχμαὶ υ, καὶ τῶν ἑπομένων, δηλῶ διʼ ἐπισκέψεως ὁρισμοῦ θεωρούμενα διόλου ἀδεσπότων ἀπράτων μὴ ἄξια προκηρυχθῆναι τῶν δραχμῶν υ, ἐξ ὧν μηδὲν περιγίνεσθαι τῇ ἀνὰ χεῖρα πενταετίᾳ διὰ τὸ εἶναι ἄφορα. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου

---

Documentary Papyri, P.Petaus. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petaus.
