# P.Petr. 2 32_2a

Documentary Papyri, P.Petr. 2, P.Petr. 2 32 (2 a). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr-2-2/32_2a
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr-2-2/32_2a

… Ἁρμάιτος …ορ…ς καὶ Δημητρίωι γεωργοὶ τ… ελάβομεν παρὰ Πτολεμαίου τοῦ …ωυ περὶ Ἀφροδίτης Βερενίκης πόλεως. σοῦ παραγενομένου τῆι ιθ τῶι ψυγμῶι καὶ ἡμῶν ἐπιδεικνύοντων σοι τὴν φυτείαν, Θεοδότου δὲ τοῦ φύλακος ἀκολουθοῦντος ἡμῖν συνετάξαμεν αὐτῶι ἀποετ…ψαντα φυλάσσειν τὸν ψυγμόν, παραγενομένου δὲ αὐτοῦ εἰς τὸν ψυγμὸν εὗρεν Πτολεμαῖον Πτολεμαίου τῶν χερσιτῶν …ν καὶ Πνεφερῶτα Ὥρου τῶν ἐκ Βουβάστου κατοικούντων συμψῶντας τὸν ψυγμόν. ὁ μὲν Πνεφερῶς ἐξέφυγεν, τὸν δὲ Πτολεμαῖον συνεῖχεν ὁ φύλαξ. ἀκούσας δὲ Πτολεμαῖος ὁ πάτηρ αὐτοῦ παρὰ Πνεφερῶτος τοῦ ἐκφυγόντος κατέβη εἰς τὸ πεδίον τῆς κροτωνοφόρου ἄγων μεθʼ αὑτοῦ Λύσωνα τὸν ν…τιον καὶ Τρέβιον τὸν μονογράφον καὶ Δημήτριον καὶ Μελέαγρον οἱ δύο τῶν χερσιτῶν καὶ εισα…ανθ… καὶ Εὔπορον καὶ Ἀριστόνομον ἐπίγονοι καὶ ἄλλους πλέους. τὸν φύλακα ἐπαρῴνησαν καὶ ἐγδύσαντες Λιχναῖον τὸν ἐπιγεγενημένον ἄλλον φύλακα ἔδωκαν … …α καὶ χιτωνάριον Πνεφερῶτι τῶι συνψήσαντι τὸν ψυγμὸν φεύγοντι καὶ ου…αφιλ… Πτολεμαῖον … τὸν συνσχεθέντα. ἀκούσαντες δὲ Θεοδότου τοῦ φύλακος βοῶντος καὶ παραγενομένων πλέων ἐπὶ τὸν τόπον εὕρομεν Θεόδοτον ἀγόμενον ὑπʼ αὐτῶν εἰς Βούβαστον. περὶ ὧν ἐπεμαρτυρόμεθά σοι καὶ Πάσιτι φυλακίτηι Ἀφροδίτης Βερενίκης πόλεως ἐκ Βουβάστου ἐρχομένωι ὃς καὶ τούτοις ἐπηκολούθησε. μετὰ δέ τινα χρόνον ἀφῆκαν Θεόδοτον. καλῶς οὖν ποιήσεις γράψας ὧι προσῆκον ἀναπέμψαι τοὺς ἀνθρώπους ὅπως ἂν ἡ ἐπίσκεψις γένηται περὶ τούτων καὶ δυνώμεθα τῶι βασιλεῖ τὰ δίκαια ποιεῖν ἀπροφασίστως. ἔρρωσο. ἔτους ϛ Φαῶφι δ

---

Documentary Papyri, P.Petr. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petr;2.
