# P.Petr. 3 43_2.r.4.7-43_2.v.2.25

Documentary Papyri, P.Petr. 3, 43_2.r.4.7 to 43_2.v.2.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr-3/43_2.r.4.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr-3/43_2.r.4.7

ὑδραγωγοῦ τὸ διάχωμα …ν…ν τὴν εἰς Τεβετνοιν ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν εἰς τὰς Καμίνους ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν κατὰ Κυνῶν πόλιν ἐργάσασθαι, ὡσαύτως καὶ καταπῆξαι καταπῆγας ἰσχύοντας τῶι μήκει βαθύτερον τοῦ θεμελίου πήχεα α ἀπέχοντας ἀλλήλων πήχεις … καὶ συνστρώσας σχοινίοις παραφρυγανιεῖ πάντα τὰ ἔργα ἀνοῦχι …ο … τῶι ἄνωθεν ἐπιτιθεμένωι … κάτω καὶ ἐπιβαλεῖ χοῦν τὸν ε…ν τῶν ἔργων τὸν ἀφαναρθέντα κατὰ … ὕψος … κατὰ φρεχ…ν … …υι ἐργαζόμενος τὰ … δ…ν ὡσαύτως τοῖς ἄνω γεγραμμένοις παρέχων α… ὕψος πήχεις β καὶ ἐπάνω διαζεῦξαι τὰς ἀφέσεις πάσας τὸ πλάτος πήχεις η. ἐγγύους δὲ καταστήσας ἀξιοχρέους τῶι οἰκονόμωι λήμψεται τὸ ἥμισυ τῆς ἐργολαβίας. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσηται, λήμψεται τὸ λοιπὸν … δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα τὰ ἱκανὰ, ἃ ἀποδώσει ὡς ἂν συντελέσηι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμὸν καὶ … ἃ παρακομιεῖ ἑαυτῶι. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἀναπωλούμενον ἢ ἐπιμισθούμενόν τι καθʼ ἡμέραν ἀνηλωθῆι, ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφὼς ἦι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διὰγνώσεται. ἐξέλαβεν Ὧρος νομάρχης. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Ἁθὺρ κϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ διὰ Ἑρμαφίλου οἰκονόμου παρόντος Πετοσίριος βασιλικοῦ γραμματέως καὶ Θεοδώρου τοῦ ἀρχιτέκτονος … βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλάδελφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Φαῶφι κθ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου τοῦ οἰκονόμου παρόντος Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως καὶ Παθήμιος ἀρχιτέκτονος ἐργάσασθαι ἀπὸ ἀπηλιώτου Αὐτοδίκης … ἀπὸ νότου Τεβέτνεως τ… ὑδραγωγ … σχοινία ιδ … …ωλβ καὶ ἐν τῆι … ἀρούρ ἐργασθείσης … βασιλικοῦ ἀπὸ νότου …υ ἣ ἄγει εἰς Ἀπιάδα …ατον ἐργάσασθαι … γίνονται ρκθ … τῶν θ … βάθους ἐργάσασθαι … πλάτος …β βάθος 𐅵 … σχοινία ι ἃ δὲ πρὸς τὸ … πλάτος β α 𐅵 γίνονται ρκθ …υ…ν πρου … γίνονται υλ … βάθους α 𐅵 γίνονται χμε

---

Documentary Papyri, P.Petr. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petr;3.
