# P.Petr. 3.1.1-43

Documentary Papyri, P.Petr., 3.1.1 to 3.1.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr/3.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr/3.1.1

ἐτῶν … εὐμεγέθης τετανόθριξ φακὸς ἐξ ἀριστερῶν μυκτῆρι, Καλλίμαχος … χιλίαρχος τῶν Εὐρυμέδοντος κληροῦχος ὡς ἐτῶν λε μέσος μελίχρους κατάρριν οὐλὴ ὑπὸ γενείωι, Κλέανδρος Ἀμφιπολίτης συνταγματάρχης τῶν Ἀσκληπιάδου κληροῦχος ὡς ἐτῶν νε βραχὺς λευκόχρως οὐλὴ μήλωι ἀριστερῶι, Περίτας Μακεδὼν χιλίαρχος τῶν Νικάνορος κληροῦχος ὡς ἐτῶν ξε μέσος μεγέθει μελίχρους οὐλὴ μετώπωι ὑπὸ τρίχα καὶ μήλωι ἀριστερῶι. λ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Αὐδναίου λ, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Δίων Ἡρακλεώτης τῶν Δάμωνος πεντακοσίαρχος κληροῦχος ὡς ἐτῶν ξε βραχὺς μελίχρους ἀναφάλαντος στρογγυλοπρόσωπος οὐλὴ ἐπὶ μήλου παρʼ ὀφρῦν ἀριστερὰν καὶ ἄλλη μετώπωι μέσωι καὶ ἄλλη μετώπωι ὑπὲρ ὀφρῦν δεξιάν. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, τὰ μὲν ὑπάρχοντα ἃ ἔχουσιν οἱ υἱοὶ καὶ ἡ γυνή μου ἐχέτωσαν, τὰ δὲ λοιπὰ καταλιμπάνω εἰς ταφὴν ἐμαυτοῦ. Μελαινίδα δὲ καὶ τὸν υἱὸν αὐτῆς Ἀμμώνιον τὸν ἐξ ἐμοῦ γεγενημένον, οὓς ἐγὼ ἐξέθρεψα, ἀφίημι ἐλευθέρους, ἐάν μοι παραμείνωσιν ἕως ἂν ἐγὼ ζῶ ὑπήκοοι ὄντες. ἀφίημι δʼ αὐτοῖς τὰ τροφεῖα καὶ ἔστωσαν ἐλεύθεροι καθὰ καὶ ἐξ ὠνῆς … μηθενὶ ἐξέστω ἐπιλαβέσθαι αὐτῶν παρευρέσει μηδεμιᾶι. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· …ε…ιος δ… …ου…ος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν … … μακροπρόσωπος οὐλὴ μετώπωι μέσωι καὶ ἄλλη ὑπὸ γενείωι … …ς Θεοκλέους Μακεδὼν τῆς ἐπιγονῆς ὡς ἐτῶν λα μελίχρους μέσος μεγέθει τετανὸς οὐλὴ μέσηι ῥινί, Εὖφρις Εὔφριος Κυρηναῖος τῆς ἐπιγονῆς ὡς ἐτῶν … μέσος μεγέθει μελίχρους τετανὸς σύνοφρυς ἡσυχῇ ἀνάσιλλος φακὸς μετώπωι ἐξ ἀριστερῶν, Ἀρχέστρατος Νεάνδρου Κὰρ τῆς ἐπιγονῆς ὡς ἐτῶν κδ μέσος μεγέθει μελίχρους τετανὸς μακροπρόσωπος σπανοπώγων … Περιτίου β βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Περιτίου β, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Μένιππος Αἰνιὰν τῶν Λίχα ἰλάρχης

---

Documentary Papyri, P.Petr.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petr.2ed.
