# P.Petra 2 17.110-143

Documentary Papyri, P.Petra 2, 17.110 to 17.143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-2/17.110
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-2/17.110

… ἰούγερον ἕν· καὶ ἀπὸ οἰκημάτων τῆς αὐτῆς κώμης Σερίλων· τὸ ἐν Δαραθ αλ-Εβαδ ὑπερῷον καλούμενον Ελλιαθ Αφθονις μετὰ δώματος αὐτοῦ καὶ ὕψους καὶ ἀέρος καὶ εἰσόδου καὶ ἐξόδου καὶ παντὸς δικαίου, πρὸς τῷ ἐξεῖναι αὐτῷ Ἐπιφανίῳ ἐπιβῆναι ἐπὶ τῷ δώματι τοῦ οἴκου Βαιθ αλ-Αχβαρ … λαχόντος Σαβίνῳ συνδιελομένῳ· τὸν οἶκον …ν μαμμικὸν διεσταλμένον πρὸς ἀνατολὰς μετὰ δώματος αὐτοῦ καὶ ὕψους καὶ ἀέρος καὶ μικροῦ μεσαυλίου καὶ εἰσόδου καὶ ἐξόδου καὶ παντὸς δικαίου· καὶ ἀπὸ οἰκημάτων αὐτῶν τῆς αὐτῶν μεγάλης αὐλῆς μετὰ τοῦ πυργοφρουρίου· … αὐτῆς μέχρις στέγης εἰς τὸ φραγῆναι ὑποκάτω τοῦ λιθίνου ὑπερθύρου τοῦ προγεγραμμένου λάκκου λαχόντος τῷ Βάσσῳ ἀδελφῷ ἰδίοις πόνοις καὶ ἀναλώμασιν· τὸ ἁλώνιον τὸ σύνεγγυς τῆς ἀμπέλου τόπου Μαθ Λελα μετὰ τοῦ ἐπάνω αὐτοῦ θημοβολῶνος ἀκολούθως ταῖς πηχθείσαις ὁροθεσίαις· τὸ ἄλλο μέρος ἥμισυ δυσμιαῖον τόπου αλ-Σιρα· τὸ ἄλλο μέρος ἥμισυ τοῦ πρὸς ἀνατολὰς σύνεγγυς τοῦ τόπου αλ-Σιρα κοπροθεσίου· τὸ ἄλλο μέρος ἥμισυ δυσμιαῖον τοῦ ἔμπροσθεν τῆς ἁγίας ἐκκλησίας αὐτῶν ξηροκηπίου. ὁμοίως ἔλαχεν ὁ αὐτὸς αἰδεσιμώτατος Ἐπιφάνιος εἰς τὸ κατ’ αὐτὸν μέρος τρίτον ἀπὸ οἰκημάτων αὐτῶν ἐπὶ τῆσδε τῆς μητροπόλεως· τὸν οἶκον τὸν καλούμενον Βαιθ αλ-Αχβαρ ἤτοι Βαιθ αλ-Κελλαρ, ποτὲ τῶν Οὐάλεντος Ῥωμανοῦ, διεσταλμένον πρὸς νότον μετὰ τοῦ ἔνδοθεν αὐτοῦ κοιτῶνος καὶ τῆς αὐτοῦ κέλλης· καὶ τὸν οἶκον Βαιθ αλ-Μεναμ διεσταλμένον πρὸς … μετὰ τοῦ ἐν τῇ προστάδι αὐτοῦ κοιτῶνος· τὸν βορινὸν στάβλον τὸν …· τὰ ἐσώτερα ὑπερῷα ἐπικείμενα τοῖς εἰρημένοις οἴκοις … μετὰ θυρωμάτων αὐτῶν καὶ παντὸς δικαίου καὶ τοῦ ἄλλου μέρους ἡμίσους τοῦ τε ἀναβαθμεῶνος καὶ ξωστρῶν καὶ μεσαυλίου καὶ πυλῶνος καὶ τοῦ αὐτῶν προαυλίου· μέρος τρίτον νότινον τοῦ αὐτῶν ξηροκηπίου ἀκολούθως ταῖς πηχθείσαις ὁροθεσίαις. ὁμοίως ἔλαχεν ὁ αὐτὸς αἰδεσιμώτατος Ἐπιφάνιος εἰς τὸ κατ’ αὐτὸν μέρος τρίτον ἀπὸ ἀνδραπόδων αὐτῶν· Κυριακὸν δοῦλον, υἱὸν Κυριακῆς δούλης, καὶ Ἀμπέλιον, θυγατέρα … Κυριακοῦ σύμβιον. ἔλαχεν καὶ Σαβῖνος εἰς τὸ κατ’ αὐτὸν μέρος τρίτον κατὰ τὴν πρώτην μέριδα· ἀπὸ μὲν τῶν ἐν κώμῃ Σερίλοις αὐτῶν κτημάτων· ἀπὸ ἀμπελώνων· τόπον Μαθ Λελα ἰούγερον ἓν τὸ ὑπὸ τὴν ἔκληψιν Ἀφθονίου, γείτονες ἀνατολῶν κληρονόμων Εὐθηνίου, δυσμῶν νότου Ἐπιφανίου, βορρᾶ Βάσσου ἀδελφῶν· τόπον αλ-Νααρ τὸ ὑποκάτω Χαφφαθ Μαθ Λελα, ἀνατολῶν δυσμῶν νότου Βάσσου ἀδελφοῦ, βορρᾶ ῥύαξ·

---

Documentary Papyri, P.Petra 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;2.
