# P.Petra 2 17.144-172

Documentary Papyri, P.Petra 2, 17.144 to 17.172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-2/17.144
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-2/17.144

τόπον … ἰούγερα πέντε τὰ ὑπὸ τὴν ἔκληψιν αὐτοῦ Ἀφθονίου, ἀνατολῶν Βάσσου καὶ Ἐπιφανίου ἀδελφῶν, δυσμῶν κληρονόμων Ἐπιφανίου μακαριωτάτου, νότου … βορρᾶ …· ἀπὸ τόπου αλ-Αβλα τ… ὑπὸ τὴν ἔκληψιν αὐτοῦ Ἀφθονίου ἰουγερ…, ἀνατολῶν αὐτοῦ Σαβίνου, δυσμῶν Ἰωάννου λαμπροτάτου, νότου Βάσσου, βορρᾶ Ἐπιφανίου ἀδελφῶν· καὶ ἀπὸ τόπου αλ-Αβλα ἰούγερον ἓν ὄντα ὑπὸ τὴν ἔκληψιν Ἀλφείου Σωσάννας, ἀνατολῶν Ἀλφείου Παύλου εὐλαβεστάτου αὐτῶν θίου, δυσμῶν αὐτοῦ Σαβίνου καὶ Βάσσου, νότου αὐτοῦ Βάσσου, βορρᾶ Ἐπιφανίου καὶ Βάσσου αὐτῶν πάππου· καὶ ἀπὸ τόπου αλ-Αβλα τὸ ὑπὸ τὴν ἔκληψιν τοῦ … … ἰούγερον ἕν· τόπον Καλεβ αλ-Μεφωρ ἰούγερα δύο τὰ ἐπάνω … τὰ ὑπὸ τὴν ἔγλημψιν αὐτοῦ Ἀλφείου, ἀνατολῶν δυσμῶν Ἐπιφανίου, νότου ὁδός, βορρᾶ Βάσσου αὐτῶν πάππου· τόπον αλ-Νασβα ἰούγερα δύο μαμμικὸν σὺν παντὶ δικαίῳ· τὸ διαφέρον αὐτοῖς μέρος ἥμισυ τόπου αλ-Μαζεκα τὸ ἀπὸ δωρεαστικοῦ γενομένου ὑπὸ τοῦ εἰρημένου θεοσεβεστάτου αὐτῶν θίου Ἀλφείου Παύλου ἰούγερ… σὺν παντὶ δικαίῳ· τὸ ὑπὸ τὴν ἔκληψιν … … ἰούγερον· τόπον αλ-Ραφιδα ἰούγερον ἓν τὸ βαθουργηθὲν διὰ … ἀκολούθως ταῖς πηχθείσαις μεταξὺ αὐτῶν ὁροθεσίαις· ἀπὸ δὲ σπορίμης αὐτῶν γῆς· τόπον …αμαθ αλ-Γοναιναθ ἰούγερα τρία μικρῷ πρός, ὄντα ἐν τόπῳ αλ…αθ, γείτονες ἀνατολῶν δυσμῶν ὁδοί, νότου βορρᾶ Βάσσου ἀδελφοῦ· τόπον Μαθ Οσενα καὶ τόπον αλ-Βασσα τὰ ὑποκάτω Αρ… κατὰ τὰ πάκτα ἔτους τῆς ἐπαρχείας τετρακοσιοστοῦ … πρός· τόπον αλ-Ωκ ἰούγερ… …αδαλαμ…, γείτονες ἀνατολῶν πέτρα, δυσμῶν … νότου … βορρᾶ …· τόπον Αραμ αλ-Κουαβελ ἰούγερον ἕν, ἀνατολῶν … δυσμῶν νότου Ἐπιφανίου, βορρᾶ Βάσσου ἀδελφῶν· τόπον αλ-Κεσεβ τὰ πλησίον …βεν…ου… ἰούγερα …, ἀνατολῶν Ἐπιφανίου, δυσμῶν βορρᾶ Βάσσου ἀδελφῶν, νότου ῥύαξ· τόπον Σαλσαλ αλ-Βερα μετὰ τῶν ἐπάνω αὐτοῦ ἰούγερα δύο, ἀνατολῶν ὁδός, δυσμῶν αὐτοῦ Σαβίνου καὶ Ἐπιφανίου, νότου βορρᾶ …· τόπον … δύο ἰούγερα τὰ ὑποκάτω Μαθ Οσενα … …· τόπον … ἰούγερον ἕν, γείτονες ἀνατολῶν Βάσσου καὶ Ἐπιφανίου ἀδελφῶν, βορρᾶ δυσμῶν Ἰωάννου λαμπροτάτου, νότον Ἐπιφανίου·

---

Documentary Papyri, P.Petra 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;2.
