# P.Petra 2 17.200-17.A.67+73.1

Documentary Papyri, P.Petra 2, 17.200 to 17.A.67+73.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-2/17.200
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-2/17.200

ἔλαχεν καὶ ἀπὸ οἰκημάτων αὐτῶν ἐπὶ τῆσδε τῆς μητροπόλεως· τῶν ἐν αὐλῇ ποτε Οὐάλεντος Ῥωμανοῦ· τὸ ὑπερῷον τὸ καλούμενον Ελλιαθ Καρναι μετὰ τοῦ σύνεγγυς αὐτοῦ κοιτῶνος ἐν τῇ αὐτῶν προστάδι καὶ πυλῶνος καὶ τοῦ σύνεγγυς αὐτῶν ὑπερῴου ἀστεγάστου· τὸ σύνεγγυς αὐτῶν μικρὸν ὑπερῷον μετὰ δωμάτων αὐτῶν καὶ ὕψους καὶ ἀέρος καὶ εἰσόδου καὶ ἐξόδου … τῆς αὐλῆς παραθύρου διεσταλμένης πρὸς ἀνατολάς, πρὸς τὸ φράξαι αὐτὸν Σαβῖνον τὴν νυνὶ αὐτῶν εἴσοδον ἀπὸ τῆς …ης ἐσωτέρας τοῦ μικροῦ εἰρημένου ὑπερῴου φλιάδος ἕως τῆς γωνίας τῆς αὐτοῦ προστάδος καὶ φράξαι ὁμοίως τὴν νυνὶ θύραν τοῦ αὐτοῦ ὑπερῴου καὶ ἀνοῖξαι αὐτῷ θύραν πρὸς ἀνατολὰς εἰς τὸ ἀστέγαστον εἰρημένον ὑπερῷον ἰδίοις πόνοις καὶ ἀναλώμασιν· τὸν οἶκον τὸν ἔξωθεν τῆς αὐλῆς διεσταλμένον ἐν τῇ ῥύμῃ πρὸς νότον ὄντα ἐπάνω τοῦ γαμιαίου οἴκου λαχόντος Βάσσῳ εὐλαβεστάτῳ ἀδελφῷ πρὸς τῷ μὴ ἔχειν αὐτὸν Σαβῖνον εἰ μὴ τὴν εἴσοδον καὶ ἔξοδον τοῦ αὐτοῦ οἴκου μόνην· τὸ ἄλλο μέρος τρίτον τοῦ αὐτῶν ξηροκηπίου ἀνατολικὸν ἀκολούθως ταῖς αὐταῖς πηχθείσαις ὁροθεσίαις· τὰ ὑπερῷα καὶ τὰ τῆς αὐτῆς αὐτῶν πάσης οἰκήσεως ξηροκήπια· ἐφ’ ᾧτε ἕκαστον αὐτῶν τῶν διελομένων ἔχειν κυρίως καὶ βεβαίως καὶ δεσποτικῷ δικαίῳ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν μετέπειτα χρόνον τὰ ἑκάστῳ λαχόντα εἰς τὸ κτᾶσθαι χρᾶσθαι διοικεῖν μισθοῦν …ν, ἅπερ σύμπαντα κτήματα καὶ οἰκοδομήματα ἀλλήλοις βεβαιῶσουσιν καὶ καθαροποιήσουσιν ἀπὸ παντὸς ἐπαιωρουμένου καὶ ἐπενεχθησομένου ἐπὶ παντὶ τῷ διαφέροντι καὶ διοίσοντι τρόπῳ κατὰ τὸν τῶν καθαροποιήσεων νόμον, πρὸς τῷ μὴ παραβαίνειν αὐτοὺς μηδέν τι τῶν προκειμένων κατά τινα τρόπον ἤτοι λόγον, τὸ παράπαν ἐπομοσάμενοι ἀλλήλοις τὸν φρικωδέστατον ὅρκον θεϊκὴν Ἁγίαν Τριάδα καὶ βασιλικὴν σωτηρίαν· εἰ δέ τις αὐτῶν πειραθείη παραβῆναί τι τῶν προγεγραμμένων ἢ ἐπελθεῖν τῇ τοῦ ἑτέρου μέρους μερίδι, ἐκτίσειν ἕκαστον πρόσωπον παραβαίνοντα, παρέξειν τῷ ἐμμένοντι ἢ τοῖς ἐμμένουσιν ἐξ οἰκείας ἑκάστου παραβαίνοντος ποινῆς λόγῳ καὶ προστίμου χρυσίνους εἴκοσι, κ· τῆς ποινῆς καταβαλλομένης τὴν ὁμολογίαν εἶναι κυρίαν καὶ βεβαίαν μενούσης ταύτης τῆς διαιρέσεως μετὰ πάντων τῶν συμπεφωνημένων καὶ μεταξὺ αὐτῶν συναρεσάντων· ὑπο…ήσονται δὲ οἱ αὐτοὶ διελόμενοι τοῖς εἰς πρόσωπον … … βορρᾶ Βάσσου … … Σαβίνου … … δυσμῶν ο… …ν δυσμῶν … …λλο… …ν νότου … … ἀδελφοῦ σ… … ἰούγερον … … ἰούγερ… … βορρᾶ κληρονόμων … … Ἐπιφανίου … … βορρᾶ Βάσσου … …υσ…α… … αλ-Βερα … … ἀνατολ… … πάππου … ἰούγερα τρία σὺν παντὶ δικαίῳ· …

---

Documentary Papyri, P.Petra 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;2.
