# P.Petra 3 19

Documentary Papyri, P.Petra 3, P.Petra 3 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-3/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-3/19

τοῖς αἰδεσιμωτάτοις κατὰ καιρὸν χρυσυποδέκταις τῆσδε τῆς μητροπόλεως καὶ τῶν δι’ αὐτῆς ἐξ ὁμάδος Αὐγουστοπόλεως ὁρίων. Φλάουιοι Λεόντιος Οὐάλεντος πολιτευόμενος καὶ Θεόδωρος Ὀβοδιανοῦ ἐπιστέλλομεν τὰ ὑποτεταγμένα· χωρίον ἀμπελικὸν ἐμοὶ τῷ Θεοδώρῳ ὑπάρχει ἐκ πατρῴας μου κληρονομίας διακείμενον ἐν Βαιθ ελ Αλκεβ τῷ ἀοικήτῳ ἐποικείῳ λεγόμενον Μαλ Ουδα ἀπογεγραμμένον ἐν τῷ δημοσίῳ κώδικι τῆς Αὐγουστοπολιτῶν πόλεως διὰ τοῦ μακαριωτάτου Ὡρίωνος Λεοντίου πάππου γενομένου πρὸς πατρὸς ἐμοῦ, Λεοντίου, ὑπὲρ Μαγδίου Εὐζωΐου οἰκέτου αὐτοῦ γενομένου. τὰς μέντοι τούτου τοῦ χωρίου συντελείας συντεινούσας εἰς ἰουγέρου ἐλευθερικοῦ τὸ ἥμισυ τρίτον ὄγδοον ἑξηκοστὸν κατέβαλον ἐγώ τε ὁ Θεόδωρος καὶ ὁ μακαριώτατος Ὀβοδιανὸς Ὀβοδιανοῦ, ἐμὸς πατήρ, εἴς τε τὸν μακαριώτατον Οὐάλεντα, πατέρα ἐμοῦ τοῦ Λεοντίου, καὶ εἰς ἐμέ, Λεόντιον, τὸ δίκαιον τῆς ὑπὲρ τοῦ εἰρημένου χωρίου συντελείας ἐσχηκότας μέχρι τῆς παρελθούσης δευτέρας ἰνδικτίονος, ὑπὲρ ὧν οὐδένα λόγον ἔχω ἐγώ, Λεόντιος, πρὸς Θεόδωρον τὸν εὐδοκιμώτατον διὰ τὸ τοσαῦτα καταβεβλῆσθαι ὡς εἴρηται. ἡμῶν τοίνυν ἀμφοτέρων ἐπὶ τοῦ παρόντος συνευρηκότων καλῶς ἔχειν τὸ ὥστ’ ἐμέ, Θεόδωρον, τὰς ὑπὲρ τοῦ εἰρημένου χωρίου ἀμπελικοῦ συντελείας κατ…σθαι διὰ τῶν δημοσίων χαρτῶν, ἐπιστέλλω σοι τῷ αἰδεσιμωτάτῳ Βασιλείῳ καὶ τοῖς κατὰ καιρὸν αἰδεσιμωτάτοις ὑποδέκταις βαρῆσαι μὲν τὸν ἐμὸν λόγον καὶ πρόσωπον καθ’ ἕκαστα ἐξ ὁμάδος Αὐγουστοπόλεως του… ὑπὲρ ἀμπελικοῦ ἰουγέρου τὸ ἥμισυ τρίτον ὄγδοον ἑξηκοστὸν …

---

Documentary Papyri, P.Petra 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;3.
