# P.Petra 3 23

Documentary Papyri, P.Petra 3, P.Petra 3 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-3/23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-3/23

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου καὶ αὐτοκράτορος Αὐγούστου ἔτους ὀκτωκαιδεκάτου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου, πρὸ δεκαὲξ καλανδῶν Σεπτεμβρίων ἔτους τῆς ἐπαρχείας τετρακοσιοστοῦ τριακοστοῦ ἐνάτου, μηνὸς Λῴου εἰκοστῇ ἐνάτῃ, χρόνων ἑβδόμης ἰνδικτίωνος, ἐν Αὐγουστοκολωνίᾳ Ἀντωνιανῇ ἐπισήμῳ ἐνγενεῖ μητρὶ κολωνιῶν Ἁδριανῇ Πέτρᾳ μητροπόλει τῆς Τρίτης Παλαιστίνης Σαλουταρίας. Φλάουιος Δουσάριος Οὐάλεντος ἀπὸ πραιφέκτων Κάστρου Αμμαθων ὁρμώμενος ἐκ τῆσδε τῆς μητροπόλεως σοὶ τῷ εὐδοκιμωτάτῳ Ἀλφείῳ Οὐάλεντος δημοσίῳ χαρτοφύλακι χαίρειν. ἐπείπερ κατὰ ἔγγραφον ἐκχώρησιν ε…ρη…σα…ε…ε… τῷ εὐδοκιμωτάτῳ Θεοδώρῳ Ὀβοδιανοῦ …θ…ενη…ης διαφερούσης ἐμοὶ …ε…ασ…ηστ…θ… …του… …μένης εἰς ἐμὲ ὑπὸ Πατρικίου Αἰλιανοῦ τ…κο…ωτ…α…ω…ελα…λ… ἀρουμένων ἓξ πλείω ἢ ἐλάσσω, τυγχανούσης ἔξωθεν Υναυ ελ-Θαις τοῦ ἀοικήτου ἐποικίου, λεγομένης Ερακ καὶ Μαλ ελ-Κουεσιρ ἤτοι Σεργ Νοφφα διακειμένης ἐν τῷ δυσμιαίῳ κλίματι Ζαδακαθων τοῦ κάστρου, γῆς πάσης μετὰ παντὸς αὐτῆς δικαίου καὶ ὅσου ἔστιν μέτρου γῆς, παραδοὺς αὐτῷ ἐντεῦθεν ἤδη τὴν ταύτης νομήν, καὶ εἰκότως ἐδέησεν τὸν αὐτὸν εὐδοκιμώτατον Θεόδωρον τὴν ὑπὲρ τῆς αὐτῆς τοποθεσίας συντέλειαν βαρηθῆναι, ἐπὶ νομῆς καὶ δεσποτείας ταύτης καθεστῶτα κατὰ τὰ μεταξὺ μοῦ καὶ αὐτοῦ συνδεδογμένα, τούτου χάριν πρὸς τὴν σὴν εὐδοκίμησιν τῷ παρόντι κέχρημαι ἐπιστάλματι διʼ οὗ ἐπιστέλλω σοι κουφίσαι μὲν τὸ ἐμὸν πρόσωπον καὶ οὐσίαν καὶ ὁμάδα τὴν ἐπιγεγραμμένην μοι ὑπὲρ τῆς αὐτῆς τοποθεσίας ἐκ μεταθέσεως γεναμένης μεταξὺ μοῦ καὶ τοῦ προρρηθέντος μεγαλοπρεπεστάτου Πατρικίου συντέλειαν, τοῦτʼ ἔστι ἰουγέρου ἐλευθερικοῦ τὸ ἥμισυ τέταρτον· τοῦτο δὲ βαρῆσαι τὸ πρόσωπον καὶ οὐσίαν καὶ ὁμάδα τοῦ εἰρημένου εὐδοκιμωτάτου Θεοδώρου ἀπὸ τῆς σὺν θεῷ εἰσιούσης ὀγδόης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον καθʼ ἃ καὶ παρὼν αὐτὸς ὁ εὐδοκιμώτατος Θεόδωρος συνέθετο καθυπογράψας. πρὸς γὰρ ἀσφάλειαν ὑμετέραν καὶ τοῦ δημοσίου λόγου καὶ ἡμῶν δὲ αὐτῶν τοῦτο τὸ ἐπίσταλμα γεγένηται, ἐν ᾧ καὶ ἐγὼ καθυπέγραψα. Φλάουιος Δουσάριος Οὐάλεντος ὁ προγεγραμμένος ἐπέστειλα κουφισθῆναί με τὴν ἐπιγεγραμμένην μοι ὑπὲρ τῆς προκειμένης τοποθεσίας λεγομένης τόπος Ερακ ελ-Κου αλ-Θιρ ἤτοι Σοργ Λοφφα οὔσης ἐν ρ…ε…αμη ελ-…λκολθιυ ἀρουμένης …ενδε…ν ἓξ πλείω ἢ ἐλάσσω συντέλειαν, τοῦτʼ ἔστι ἰουγέρου τὸ ἥμισυ τέταρτον· τοῦτο δὲ βαρηθῆναι τὸν εὐδοκιμώτατον Θεόδωρον Ὀβοδιανοῦ …ε…α…ται…ντ… Φλάουιος Θεόδωρος Ὀβοδιανοῦ ὁ προγεγραμμμένος ἐπέστειλα βαρηθῆναί με …

---

Documentary Papyri, P.Petra 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;3.
