# P.Petra 3 28.1-53

Documentary Papyri, P.Petra 3, 28.1 to 28.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-3/28.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-3/28.1

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους τριακοστοῦ δευτέρου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου τὸ ἐννεακαιδέκατον ἔτους τῆς ἐπαρχίας τετρακοσιοστοῦ πεντηκοστοῦ τρίτου μηνὸς χρόνων ἰνδικτίωνος ἑβδόμης ἐν μητροπόλει Πέτρᾳ. τόνδε τὸν ἔγγραφον διαμερισμὸν πεποίηνται πρὸς ἀλλήλους ἑκουσίᾳ αὐτῶν γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει δόλου καὶ φόβου καὶ πάσης περιγραφῆς καὶ χλεύης χωρίς, ἐκ μὲν τοῦ ἑνὸς μέρους Πατρόφιλος Βάσσου ὁ εὐδοκιμώτατος ὁρμώμενος ἐκ τῆσδε τῆς μητροπόλεως, ἐκ δὲ τοῦ ἑτέρου μέρους Ἐλαφία Σαβίνου ἡ κοσμιωτάτη ἐκ τῆς αὐτῆς πόλεως, αὐτῆς ποιουμένης τοὺς λόγους ἰδίῳ αὐτῆς κινδύνῳ καὶ πόρῳ τῆς αὐτῆς πάσης ὑποστάσεως καὶ περιουσίας νυνί τε οὔσης τε καὶ ἐσομένης ὑπέρ τε ἑαυτῆς καὶ ὑπὲρ … καὶ Ἰσακίου αὐτῆς τέκνων τριῶν ἀφηλίκων ὄντων ἐκ τοῦ πατρὸς τοῦ μακαριωτάτου Ἠλίου Ἰσακίου ἀπογενομένου αὐτῆς ἀνδρὸς, ἣ καὶ τούτων ἐπίτροπος τυγχάνει … ὑπὸ τοῦ αὐτοῦ μακαριωτάτου Ἠλίου κ… συνευδόκησαν καὶ διε… δουλικὰ σώματα δύο ἀρρενικὰ διαφέροντα τῷ αὐτῷ Πατροφίλῳ τῷ εὐδοκιμωτάτῳ καὶ Ἠλίᾳ τῷ εἰρημένῳ μακαριωτάτῳ ἀνδρὶ τῆς αὐτῆς Ἐλαφίας τῆς κοσμιωτάτης ἐξ ἡμισείας μοίρας ἀπο… τος ἐν τῷ συνοικεσίῳ δύο οἰκετῶν … ἑνὸς οἰκέτου διαφέροντος τῷ εἰρημένῳ εὐδοκιμωτάτῳ Πατροφίλῳ … καὶ δ…κεῖσθαι … συνπ… τῷ προαφηγηθέντι μακαριωτάτῳ Ἠλίᾳ ἤτοι … καθʼ ὃν καιρὸν …τ…ηθεντου… συνοικέσιον ἐπὶ φανερο… ἐγγράφως συναλλάγματι ου… ὡς εἴρηται ἐκ τοῦ συνοικεσίου τ… …λ… τῷ ὀνόματι τ… ἐτῶν ἓξ πλείω ἢ ἐλάσσω, τὸ δὲ ἄλλο … αὐτῷ ἐτῶν τεσσάρων μικροτερ… συνεῖδον ἀμφότερα τὰ μέρη διαμερίσασθαι αὐτά. ἐκλαχμοῦ τοίνυν καὶ πεσσοβολίου ἐπʼ αὐτοῖς μεταξὺ αὐτῶν γενομένου, ἔλαχεν μὲν Πατροφίλῳ τῷ εὐδοκιμωτάτῳ εἰς τὸ κατʼ αὐτὸν μέρος ἥμισυ … Ἰωάννης, τῇ δὲ κοσμιωτάτῃ Ἐλαφίᾳ … …τ…σ…τ…τ…ν καὶ παρα… εἰς τὸ κατʼ αὐτοὺς μέρος ἥμισυ … μετὰ νομισμάτων τριῶν παρὰ κεράτια … ληλωι καθʼ ἃ καὶ αὐτοὶ ἐκλελάχασι … τῶν αὐτῶν δουλικῶν σωμάτων … ἐπείπερ διὰ τὸ ἀσφαλὲς ἑκατέρου μέρους … μερίδι διὰ τὸν εἰρημένον δουλικὸν … τόνδε τὸν ἔγγραφον διαμερισμὸν … ἀπὸ ἰδίας αὐτῶν γνώμης καὶ προαιρέσεως … διαμεμερίσθαι πρὸς ἀλλήλους τ… κατὰ τὸν προαφηγηθέντα τρόπον τὸ πρόστιμον … ἑκάτερον μέρος ἔχειν καὶ ἕξειν ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ ἑξῆς ἅπαντα χρόνον μετὰ κληρονόμων διαδόχων ἢ διακατόχων … ρωτ…εξ…του επιρ…τ… οὗτος ὁ διαμερισμὸς δούλου κύριος καὶ βέβαιος ἔσται … γάζειν καὶ ἀνατρέφειν καὶ ἐμ…

---

Documentary Papyri, P.Petra 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;3.
