# P.Petra 3 29.r.88-145

Documentary Papyri, P.Petra 3, 29.r.88 to 29.r.145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-3/29.r.88
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-3/29.r.88

Πατρόφιλον ἢ πρὸς τοὺς κληρονόμους αὐτοῦ διαδόχους μὴ πρὸς τὰ αὐτοῦ πράγματα περὶ οἱουδήποτε χρέους ἤγουν χρεωστικοῦ ἐγγράφου παρ’ αὐτῷ ἀπομείναντος καὶ ἀποδοθέντος, μήτε περὶ τῶν γενομένων πρώην παρὰ τοῦ αὐτοῦ εὐδοκιμωτάτου Πατροφίλου εἰς τὸν αὐτὸν θεοφιλέστατον Θεόδωρον χρεωστικῶν ἐγγράφων, … ἀγοραίου γραμματίου κεφαλαίου νομισμάτων τριάκοντα τριῶν καὶ ἰδιοχείρων ἄλλων νομισμάτων δεκαεπτὰ τῶν καὶ διαλυθέντων διὰ τῆς γενομένης πρὸ φανερῶν χρόνων ἐκχωρήσεως εἰς τὸν αὐτὸν θεοφιλέστατον Θεόδωρον ὑπὸ τοῦ εἰρημένου εὐδοκιμωτάτου Πατροφίλου, τηνικαῦτα ἐκχωρηθέντος αὐτῷ ἀντὶ τούτων τοῦ ἁρμόσαντος αὐτῷ μέρους τῆς κληρονομίας τοῦ εἰρημένου μακαριωτάτου Πανολβίου Θεοδώρου ἀπογενομένου αὐτοῦ ἐγγόνου, μὴ περὶ ἑτέρου οἱουδήποτε πράγματος κινητοῦ … καὶ ἀκινήτου καὶ αὐτοκινήτου τίκτειν ἀγωγὴν κατὰ νόμους δυναμένου ἀπὸ τῶν ἄνωθεν χρόνων καὶ μέχρι τοῦ παρόντος καθ’ οἱονδήποτε τρόπον. ἀνθομολογεῖ δὲ καὶ ὁ εἰρημένος εὐδοκιμώτατος Πατρόφιλος … ἀλήθειαν καθὼς …ε… ἀπεσχηκέναι δὲ … παρὰ τοῦ εἰρημένου θεοφιλεστάτου Θεοδώρου πάντα τὰ προγεγραμμένα ἐξ αὐτοῦ παρ’ αὐτῷ παρατεθέντα ἐν χρυσῷ καὶ ἀπὸ διαφόρων κεφαλαίων καὶ εἰδῶν παρ’ αὐτῷ εἰσοδιασθέντα, ἀπειληφέναι δὲ παρ’ αὐτοῦ καὶ τὰ παρ’ αὐτῷ ἐνέχυρα … …ματα καὶ μηδὲν το… … κεχρεωστῆσθαι αὐτῷ δι’ αὐτοῦ …ο τε ὁμολογεῖ μηδένα δὲ λόγον μηδὲ ζήτησιν μηδὲ ἀγωγὴν μήτε μεθοδίαν μήτε δίκην ἢ διαδικασίαν ἔχειν ἢ ἕξειν μὴ κινεῖν ἢ κινήσειν αὐτὸν πώποτε μὴ κληρονόμους αὐτοῦ διαδόχους μή τινα ὀνόματι αὐτοῦ κυρίως πράττοντα καθ’ οἱονδήποτε τρόπον ἄλλου τε κ… ἢ τὸν εἰρημένον εὐλαβέστατον Ἱέριον αὐτοῦ υἱὸν πρὸς τὸν αὐτὸν θεοφιλέστατον Θεόδωρον μὴ πρὸς κληρονόμους αὐτοῦ διαδόχους μὴ πρὸς τὰ αὐτοῦ πράγματα περὶ τῶν προγεγραμμένων αὐτῷ παρατεθέντων καὶ αὐτῷ παρ’ αὐτοῦ δοθέντων καὶ εἰσοδιασθέντων ἢ περὶ μέρους αὐτῶν, μὴ περὶ ἀποκαταστάσεως ἐνεχύρων ἢ μέρους αὐτῶν …χεν παρ’ αὐτῷ ἀπειληφέναι … πεπληρῶσθαι ἀνελλείπτως παρὰ τοῦ αὐτοῦ θεοφιλεστάτου Θεοδώρου καθὼς προδεδήλωται …ης τινος ἢ γριπ… μὴ περὶ ἑτέρου οἱουδήποτε πράγματος κινητοῦ καὶ ἀκινήτου καὶ αὐτοκινήτου τίκτειν ἀγωγὴν κατὰ νόμους δυναμένου ἀπὸ τῶν ἄνωθεν χρόνων καὶ μέχρι τοῦ παρόντος καθ’ οἱονδήποτε τρόπον … ὁμολογεῖ αὖθις ἕκαστος τῶν αὐτῶν Θεοδώρου θεοφιλεστάτου καὶ Πατροφίλου εὐδοκιμωτάτου … ἄλλῃ προφάσει καὶ μέμψει τινὶ ἢ δικαιολογίᾳ ἁρμοττούσῃ αὐτῷ ἢ καὶ ἁρμόσαι δυναμένῃ κατὰ τοῦ ἑτέρου καθ’ οἱονδήποτε τρόπον διὰ τὸ ἑκάτερον μέρος πᾶσαν ζήτησιν … …η…αν καὶ ὑπεῖναι δυναμένην αὐτῷ ἐξ… … ἀπὸ τῶν παρελθόντων χρόνων καὶ μέχρι τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας

---

Documentary Papyri, P.Petra 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;3.
