# P.Petra 4 39.r.423-462

Documentary Papyri, P.Petra 4, 39.r.423 to 39.r.462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-4/39.r.423
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-4/39.r.423

τὸ εἰς δηφηνσίονά μοι ὑποκείμενον· διὸ καὶ παρακαλῶ ὑμᾶς ἐν τοῖς παρ’ ὑμῶν διατυπουμένοις, ἐφ’ οἷς νομίζειν εἰκάζετε εἶναι δίκαιον, τὸ ἀποκριτικὸν φυλαχθῆναί μοι ἐκ τῆς παρούσης δίκης βουλομένῳ· μετὰ ταῦτα ἔνεστιν ἡμῖν, εἴπερ, ὡς ὑπονοῶ, μὴ ἀπέχει ὁ ἐμὸς διάδικος τὴν πολλάκις εἰρημένην διαλαλίαν, τῇ δηφηνσίονι ἐπιμεῖναι· καὶ εἰ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις … …ις ἀγράφως ὁ ἐμὸς διάδικος ἐπῆλθεν μοι, πάνυ θέλει κ… ὅπερ ἐν τῇ ἀρχῇ τῆς δίκης προήγαγεν ὑμῖν ὑπομνηςτικὸν μεταξὺ αὐτοῦ καὶ Κασσίσου υἱοῦ γενόμενον, περὶ αὐτοῦ κατὰ ἐξέτασιν τοῦ πράγματος δηλοῖ μὴ λέγων ὡς ἀπὸ προσκρ… Σοουδόθης τῆς ἀνεψιᾶς μου …κον ἐξεῖλεν ὥςτε ἔνεστιν διαστρέψαι τὸν εἰρημένον κρουνὸν κατὰ συναίνεσιν τὸ καθόλον ἀμφοτέρων· ὑμᾶς ἀναγνῶναι καὶ ἀναλαμβάνειν τὸ ἑπόμενον ἐμοῦ παρακαλήσαντος ὑμᾶς καταξιῶ κρῖναι δι’ ὑμῶν ὥστε πάλιν προενεχθῆναι τὸν χάρτην καὶ πᾶσαν τὴν δύναμιν αὐτοῦ κυρίαν εἶναι· καὶ οὐκ οἶδα τί ἐννοηθεὶς καθ’ ἡμῶν ἐπέχετο· τούτων τῶν δικαίων ἅπαξ ἐμφανισθέντων πάλιν πράσσειν ὡς ἕως τοῦ νῦν ὑπολαμβάνειν ἐμὲ τῆς εἰρημένης δηφηνσίονος ὡς περιέχει τὸ αὐτὸ ὑπομνηστικὸν τῆς δηφενσίονος· διὸ πάλιν παρακαλῶ τούτου τὴν πᾶσαν δύναμιν γνωσθῆναι ὑμῖν· ταύτας τοίνυν πάσας τὰς ἐμὰς δικαιολογίας πρὸς τὰς παρὰ τοῦ ἐμοῦ ἀντιδίκου ῥηθείσας ὑπερθέμενος παρακαλῶ τὴν ὑμετέραν θεοφιλίαν καὶ καλλιγραφεῖν τὸ πᾶν εἰς τὸν εἰρημένον τόμον καὶ τῷ ἀντιδίκῳ μου προειπεῖν τὰ πράγματα παρ’ ὑμῶν μεταξὺ ἡμῶν διατυπούμενα κατὰ τὸ ἐπερχόμενον ὑμῖν δίκαιον καὶ ἔπαινον ὑμῖν φέροντες ὀρθῶς διακρίνειν ὑμῶν κρίσιν· καὶ πολλῆς φιλονικίας γενομένης ἔδοξεν αὐτοῖς ὧδε περὶ τούτων τέλος κατὰ συναίνεσιν ἀμφοτέρων τῶν μερῶν ὥστε τὸν εὐλαβέστατον Θεόδωρον Ὀβοδιανοῦ ἔχειν ἀπὸ τῆς φλιάδος τῆς ἀνατολικῆς τῆς θύρας τοῦ αὐλιδρίου τοῦ θεοφιλεστάτου Στεφάνου Λεοντίου καὶ Θεοδώρου Μουσῆτος καὶ πρὸς ἀνατολὰς διὰ τὸ ὁρισθῆναι ἐκεῖ παλαιοὺς θεμελίους, τὸ δὲ ἔξωθεν τῆς θύρας πρὸς δυσμὰς καὶ βορρᾶ καὶ νότον Στέφανον Λεοντίου, τὸ δὲ κοπροδοχεῖον κατὰ μέρος ἔχειν αὐτοὺς διμεροτρίτα, Στέφανον μὲν Λεοντίου μέρος δίμοιρον, Θεόδωρον δὲ Ὀβοδιανοῦ τὸ ἄλλο μέρος τρίτον, τοῦτ’ ἔστιν τὸ βόρινον μέρος, καὶ εἰ μὲν συνείδωσιν ἀμφότεροι, οἰκοδομῆσαι μεταξὺ αὐτῶν μεσότοιχον ἐν τῷ αὐτῷ κοπροδοχείῳ ἤτοι ῥυποδεξαμενῇ κοινῶς· περὶ δὲ τοῦ κρουνοῦ τῶν δωμάτων ἔδοξεν Θεόδωρον μὲν τὸν εὐλαβέστατον διαγαγεῖν τὰ ὕδατα τοῦ δώματος Στεφάνου τοῦ εὐλαβεστάτου τοῦ πραθέντος Λεοντίῳ Θαναμούνου κατὰ τὸ παλαιὸν

---

Documentary Papyri, P.Petra 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;4.
