# P.Petra 4 39.r.463-497

Documentary Papyri, P.Petra 4, 39.r.463 to 39.r.497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-4/39.r.463
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-4/39.r.463

ἔθος, Στέφανον δὲ καὶ αὐτὸν διαγαγεῖν τὰ ὕδατα τοῦ κρουνοῦ τῶν δωμάτων τοῦ προειρημένου θεοσεβεστάτου Θεοδώρου Ὀβοδιανοῦ κατὰ τὸ παλαιὸν ἔθος καθὼς κατεμαρτύρησεν ὁ θεοφιλέστατος Σέργιος Βασιλείου πρεσβύτερος καὶ χωρεπίσκοπος παρουσίᾳ αὐτῶν καὶ συναινέσει ἀμφοτέρων τῶν μερῶν ἐν τῷ αὐλιδρίῳ τοῦ θεοσεβεστάτου Στεφάνου Λεοντίου τῷ ἀποσπασθέντι παρὰ τοῦ μακαριωτάτου Κασσισαίου Ὡρίωνος· εἰ δὲ συμβῇ τὸν αὐτὸν θεοσεβέστατον Στέφανον Λεοντίου ἤ τινα τῶν αὐτοῦ κληρονόμων βουλόμενον τὸ αὐτὸ αὐλίδριον ὅπου ὁ κρουνὸς τοῦ θεοσεβεστάτου Θεοδώρου Ὀβοδιανοῦ, μὴ ἐξεῖναι τὸν αὐτὸν εὐλαβέστατον Θεόδωρον Ὀβοδιανοῦ μηδὲ τοὺς αὐτοῦ κληρονόμους κωλῦσαι αὐτοὺς οἰκοδομεῖν καὶ στεγάζειν, ἀλλ’ ἀκινδύνως Στεφάνῳ καὶ τοῖς αὐτοῦ κληρονόμοις βαστάζειν ἤτοι διαγαγεῖν τὰ ὕδατα τῶν δωμάτων Θεοδώρου Ὀβοδιανοῦ καὶ μὴ κωλύειν αὐτὸν εἰ οἰκοδομηθῇ τὸ αὐτὸ αὐλίδριον ἐπάνω τοῦ δώματος τοῦ αὐτοῦ αὐλιδρίου μετὰ κληρονόμων αὐτοῦ καὶ διαδόχων· περὶ δὲ τῆς ὕλης καὶ τῆς λιθίας καὶ τῶν θυρωμάτων καὶ τοῦ παρορισμοῦ ὅπερ ἐνήγαγεν ὁ θεοσεβέστατος Θεόδωρος Ὀβοδιανοῦ ὁ μνημονευθεὶς ἔδοξεν τὸν εὐλαβέστατον Στέφανον Λεοντίου ὅρκον ὑποτελέσαι Θεοδώρῳ τῷ προειρημένῳ ἐν τῷ εὐαγεῖ εὐκτηρίῳ τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Κηρύκου τοῦ ἐνταῦθα ἐν Ζαδακάθων καὶ εἰπεῖν ὅτι μὰ τὰς ἁγίας γραφὰς ταύτας ὅτι οὐκ οἶδα οὐ σύνοιδα ὅτι ἐπήρθη ἐκ τῆς ὕλης καὶ λιθίας καὶ θυρωμάτων τῆς σῆς οἰκήσεως τίποτε οὔτε οἶδα εἰς παρορισμὸν τῆς αὐτῆς οἰκήσεως, καὶ ἐὰν ὁμολογήσῃ εἰς τίποτε αὐτὸν ἀπολογήσασθαι Θεοδώρῳ Ὀβοδιανοῦ τῷ εὐλαβεστάτῳ αὐτοῦ λαμβάνοντος παρ’ αὐτοῦ Θεοδώρου πρῶτον τὸν περὶ τῆς ἐπηρείας ὅρκον· vac. περὶ δὲ τῶν δύο νομισμάτων ὅπερ ἐνήγαγεν Στέφανος Λεοντίου τῷ εὐλαβεστάτῳ Θεοδώρῳ λέγων ὅτι ἔδοξεν δοῦναι Λεοντίῳ τῷ μακαριωτάτῳ αὐτοῦ πατρὶ ὑπὲρ τῆς ἀμπέλου ὡς κατελήφθη ὑπὸ Ἀβοῦ Χερέβου τοῦ φυλάρχου, ἔδοξεν Θεόδωρον τὸν εὐλαβέστατον ὅρκον ὑποτελέσαι Στεφάνῳ τῷ εὐλαβεστάτῳ ἐν τῷ εὐαγεῖ εὐκτηρίῳ τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Κηρύκου καὶ εἰπεῖν ὅτι μὰ τὰς γραφὰς ταύτας ὅτι οὐδήποτε ἔδοξέν μοι οὐδὲ ἐτύπωσα δοῦναι τῷ μακαριωτάτῳ σου πατρὶ ἕνεκεν τοῦ πράγματος τῆς ἀμπέλου τίποτε, καὶ ἐὰν ὁμολογήσῃ ἐν τῷ ὅρκῳ αὐτὸν εἰς τίποτε αὐτὸν πληροῦν Στεφάνῳ δῆλον αὐτοῦ Στεφάνου παρέχοντος Θεοδώρῳ τὸν περὶ τῆς προεπηρείας ὅρκον, μὴ ἔχειν δὲ Θεόδωρον, εἰ ἐλάβετο, πρόκριμα, εἴγε ἔχει δίκαιον πρὸς τοὺς κληρονόμους Κασσίσου Ὡρίωνος, ὡς κατέχει τῆς διαλαλίας.

---

Documentary Papyri, P.Petra 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;4.
