# P.Petra 5 51.1-68

Documentary Papyri, P.Petra 5, 51.1 to 51.68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-5/51.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-5/51.1

… γεωργίαν τὸν εἰρημένον μεγαλοπρεπέστατον Πατρίκιον. ἐπειδὴ συνεδόκει ταύτην αὐτῷ ἐμφυτεύσασθαι παρὰ Γεσσίου τοῦ αἰδεσιμωτάτου ἀπὸ τῆς μελλούσης σὺν Θεῷ εἰσιέναι ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον ἐτησίῳ φάκτῳ ἤγουν ἐμφυτεύματι χρυσίνων τεσσάρων ἡμίσους εὐστάθμων δοκίμων κ… …ου…ς καὶ μεταξὺ αὐτῶν … καὶ ἀδόλως καὶ ἀπεριγράπτως εἰς τοῦτο τὸ ἐμφυτευτικὸν ἔγγραφον ἐληλύθασιν οἱ αὐτοὶ Πατρίκιος μεγαλοπρεπέστατος καὶ Γέσσιος αἰδεσιμώτατος. καὶ ὁμολογεῖ ὁ αὐτὸς μεγαλοπρεπέστατος Πατρίκιος τῇ σήμερον ἡμέρᾳ ἐμφυτεύσασθαι ἰδίῳ αὐτοῦ κινδύνῳ καὶ πάσης τῆς αὐτοῦ ὑποστάσεως καὶ περιουσίας νυνί τε οὔσης καὶ ἐσομένης … τοῦ εἰρημένου αἰδεσιμωτάτου Γεσσίου πάσαν τὴν προγεγραμμένην ἐπίρρυτον γεωργίαν μετά πάντων τῶν ἐπιβαλλόντων αὐτῇ καὶ ἐξ ἔθους π… …των αὐτῇ παντοίων φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων καὶ παντός αὐτῆς δικαίου εἰς αὐτὸν καὶ εἰς κληρονόμους, διαδόχους καὶ διακατόχους αὐτοῦ ἐμφυτευτικῷ δικαίῷ ἀπὸ τῆς μελλούσης … …α… ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, ἐφ' ᾧ τον αὐτὸν μεγαλοπρεπέστατον Πατρίκιον καὶ τοὺς αὐτοῦ κληρονόμους, διαδόχους καὶ διακατόχους, εἴτε διὰ ἰδίων αύτοῦ γεωργῶν, εἴτε διὰ ἀνδραπόδων, ὧν ἄν βουληθείη, ἰδίῳ αὐτοῦ κινδύνῳ καὶ ἰδίοις ἀναλώμασιν καὶ πόνοις φροντίζειν τῆς εἰρημένης … καὶ καλλιεργίας καὶ τῆς … τῆς αὐτῆς γεωργίας ὥστε εἰς κ… εὐπρεπέστεραν ἐλθεῖν ὄψιν καὶ τ… προσόδους καὶ πᾶσαν ἐπικέρδειαν … ἀποδιδόναι καῖ καταβάλλειν τῷ αἰδεσιμωτάτῳ Γεσσίῳ ἢ τοῖς κληρονόμοις αὐτοῦ διαδόχοις καὶ διακατόχοις … λόγῳ ἐτησίου φάκτου ἤτοι ἐμφυτεύματος ὑπὲρ τῆς αύτῆς γεωργίας τοὺς προγεγραμμένους χρυσίνους τέσσαρας ἥμισυ εὐστάθμους, καταβληθησομένους … πληρώσεως ἑκάστου ἰνδικτο…δ… τοῦ αὐτοῦ αἰδεσιμωτάτου Γεσσίου … …ν…του ἢ εκ… πράττοντος γινομένων τ… ἢ τοῖς κληρονόμοις αὐτοῦ, διαδόχοις καὶ διακατόχοις … … καταβαλλεῖν πρὸς τούτοις καὶ … αὐτῆς γεωργίας κατ’ ἔτος εκ… … καὶ τὴν ἐπικέρδειαν … καὶ τῆς περὶ τούτων ὀχλήσεως … ἐλεύθερον καὶ αμεθοδευτητὸν κ… τὸν αὐτὸν αἰδεσιμώτατον Γέσσιον καὶ οὓτως … τὸν αὐτὸν μεγαλοπρεπέστατον Πατρίκιον μετὰ τῶν κληρονόμων αὐτοῦ διαδόχων, διακατόχων … αὐτῆς ἐμφυτευθείσης α… πληροῦντα τά τε εὐσεβῆ τελέσματα … τὸ εἰρημένον ἐτήσιον ἐμφύτευμα … χρυσίνων τεσσάρων ἡμίσους εὐστάθμων τ… μετὰ παντὸς αὐτῆς δικαίου … καὶ νυνὶ οὔσας διακατοχὰς … ἐξουσιάζειν κυρίως καταθ… χρᾶσθαι, ἐπιμελεῖσθαι, φιλοκαλεῖν, … νέμεσθαι, πωλεῖν, ὑποτίθεσθαι, χ… … μεταλλάσσειν, ἐκχωρεῖν, … … διαδόχοις καταλιμπάνειν … … διδόναι καὶ ἁπλῶς εἰπεῖν … ὡς ἄν ἕληται κ… καλῶς κειμένων νόμων … … ἐμφυτευταὶς, ἐφ’ οἷς εἰς το… ἐμφυτεύονται πραγμασει… αὐτῆς γεωργίας ἢ μέρους αὐτῆς … ἢ ἀντιλέγοντος τοῦ… μεγαλοπρεπεστάτῳ Πατρικίῳ μηδὲ τοῖς αὐτοῦ κληρονόμοις διαδόχοις …

---

Documentary Papyri, P.Petra 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;5.
