# P.Petra 5 55.ii.28-55.iv.53

Documentary Papyri, P.Petra 5, 55.ii.28 to 55.iv.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-5/55.ii.28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-5/55.ii.28

…ων Κηρυκ … ἐκ παντὸς τρόπου …ν παρέχω κ… θεοφιλεστατ- …έντων πραγμάτων …ρια…ι παρ' ἐμοῦ … καταλιμπανομεν … καὶ Σαβῖνος Ἀλφείου, έγὠ τε Λεόντιος Ὀβοδιανοῦ πρεσβῦτερος καὶ ἡγοὐμενος ταύτης τῆς ἐκκλησίας καὶ Οὐάλης Σαμιαβίωνος διάκονος καὶ Γέσιος Εὐθηνίου καὶ Γέσιος Ὀβοδιανοῦ πρεσβύτερος αὐτῆς τῆς εὐλογημένης καὶ παναγίας δεσποίνης ἡμῶν τῆς ἐνδοξοτάτης θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. καὶ παρουσίᾳ ἡμῶν εἶπεν οὕτως· ἦ εἰς τὸν δεσπότην καὶ φιλάνθρωπον θεὸν τὸν ἒχοντα ἐξουσίαν ζώντων τε καὶ νεκρῶν ἡγείσθω μοι πρότερον ἐλπίς. ἐπεὶ τοίνυν ὡς ὁρᾶται ἀνάκειμαι καὶ τῇ κελεύσει τοῦ θεοῦ τῶν πάντων οὐδείς ἐναντιωθῆναι δύναται. διὸ τὸ ἀνθρώπινον ἐννοῶν βούλομαι καὶ κελεύω παρουσίᾳ ὑμῶν, εἴγε διὰ ταύτης μου τῆς νόσου τοῦ παρόντος βίου ὑπεξέλθω, πάντα τὰ παρ' ἐμοῦ καταλιμπανόμενα οἱαδήποτε πράγματα διοικεῖσθαι ὑπὸ Κηρυκοῦ Πέτρου τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἁγίου ἀρχιιερέως Ἀαρών καὶ Θεοδώρου Ὀβοδιανοῦ τοῦ προγεγραμμένου θεοφιλεστάτου ὀρθοῦ καὶ φιλοχρίστου σκοποῦ τυγχανόντων καὶ ἐξ αὐτῶν τρέφεσθαι καὶ ἐνδύεσθαι Θααιοῦν τήν ἐμὴν μητέρα τὸν πάντα χρόνον τῆς αὐτῆς ζωῆς, μετὰ δὲ θάνατον αὐτῆς τὰ ὑπολιμπανόμενα ἐκ τῶν τοιούτων παρ' ἐμοῦ καταλιμπανομένων πραγμάτων ἔρχεσθαι τὸ ἥμισυ μέρος εἰς τὸν μνημονευθέντα ἅγιον οἶκον τοῦ δεσπότου ἡμῶν τοῦ ἁγίου ἀρχιιερέως Ἀαρών καὶ τὸ ἄλλο ἥμισυ μέρος εἰς τὸν εὐαγέστατον ξενῶνα τοῦ ἁγίου καὶ καλλινίκου μάρτυρος Κηρυκοῦ τὸν διακείμενον ἐν τῇδε τῇ πόλει, ἴνβεντον δὲ γενέσθαι μετὰ τὴν ἐμὴν τελέυτὴν πάντων τῶν τοιούτων πραγμάτων, ἐπειδὴ παρέχω … διὰ ἐγγύης Λεοντίου Ὀβοδιανοῦ τοῦ θεοφιλεστάτου πρεσβυτέρου Κηρυκῷ Πέτρου τῷ προειρημένῳ ὁσιωτάτῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ νομίσματα δέκα παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Οὐάλεντι Σαμιαβίωνος διακόνῳ νομίσματα τρία παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Βαθύλλῳ Θεοδώρω διακόνῳ νόμισμα ἓν παρὰ κεράτια πέντε ἥμισυ τὸ τέταρτον. καὶ τὸ σύμπαν … χρυσίου μου φόλλεις … δύο ἐπιτρέπω … … ἀποδοῦναι τοῖς μνημονευθεῖσιν Κηρυκῷ ὁσιωτάτῳ πρεσβυτέρῳ καὶ θεοφιλεστάτῳ Θεοδωρῳ … τὸ παρ' ἐμοῦ τοιοῦτο χρυσίον … πραγμάτων … καταλιμπανομεν… θεοφιλεστατ… θεοφιλέστατος Θεόδωρος Ὀβοδιανοῦ ἀρχιδιάκονος τῆς ἁγἰας Μαρίας τ…τ…λ…του… πρεσβυτερ- … προσκληθε …ν…τουτ… Σαβῖνος Ἀλφείου, ἐγώ τε Λεόντιος Ὀβοδιανοῦ πρεσβύτερος καὶ ἡγούμενος τῆς ἐκκλησίας ταύτης καὶ Οὐαλεντῖνος Σαμιαβίωνος διάκονος καὶ Γέσιος Εὐθηνίου … καὶ Γέσιος Ὀβοδιανοῦ πρεσβύτερος αὐτῆς εύλογημένης καὶ ἁγίας δεσποίνης ἡμῶν τῆς ἐνδοξοτάτης θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. καὶ παρουσίᾳ ἡμῶν εἴπεν οὕτως· ἦ είς τὸν δεσπότην καὶ φιλάνθρωπον θεὸν ἔχοντα ἐξουσίαν ζώντων τε καὶ νεκρῶν ἡγεἰσθω μοι πρότερον ἐλπίς. ἐπεὶ τοίνυν ὡς ὁρᾶται

---

Documentary Papyri, P.Petra 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;5.
