# P.Petra 5 55.iv.54-55.v.76

Documentary Papyri, P.Petra 5, 55.iv.54 to 55.v.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petra-5/55.iv.54
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petra-5/55.iv.54

ἀνάκειμαι καὶ τῇ κελεύσει τοῦ θεοῦ τῶν πάντων οὐδεὶς ἐναντιωθῆναι δύναται, διὸ τὸ ἀνθρώπινον ἐννοῶν βούλομαι καὶ κελεύω παρουσίᾳ ὑμῶν, εἴγε διὰ ταύτης μου τῆς νόσου τοῦ παρόντος βίου ὑπεξέλθω, πάντα τὰ παρ' ἐμοῦ καταλιμπανόμενα οἱαδήποτε πράγματα διοικεῖσθαι ὑπὸ Κηρυκοῦ Πέτρου τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἁγίου ἀρχιιερέως Ἀαρὼν καὶ Θεοδώρου Ὀβοδιανοῦ τοῦ προγεγραμμένου θεοφιλεστάτου ὀρθοῦ καὶ φιλοχρίστου σκοποῦ τυγχανόντων καὶ ἐξ αύτῶν τρέφεσθαι καὶ ἐνδύεσθαι Θααιοῦν τὴν έμὴν μητέρα τὸν πάντα χρόνον τῆς αὐτῆς ζωῆς, μετὰ δὲ θάνατον αὐτῆς τὰ ὑπολιμπανόμενα ἐκ τῶν τοιούτων παρ' ἐμοῦ καταλιμπανομένων οἱωνδήποτε πραγμάτων ἔρχεσθαι τὸ ἥμισυ μέρος εἰς τὸν μνημονευθέντα ἅγιον οἶκον τοῦ δεσπότου ἡμῶν τοῦ ἁγίου ἀρχιιερέως Ἀαρὼν καὶ τὸ ἄλλο ἥμισυ μέρος εἰς τὸν εὐαγἐστατον ξενεῶνα τοῦ ἁγίου μάρτυρος Κηρυκοῦ, ἐπειδὴ παρέχω …ω διὰ … ἐγγύης Λεοντίου Ὀβοδιανοῦ τοῦ θεοφιλεστάτου πρεσβυτέρου Κηρυκῷ Πέτρου τῷ ὁσιωτάτῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ νομίσματα δέκα παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Οὐάλεντι Σαμαβίωνος διακόνῳ νομίσματα τρία παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Βαθύλλῳ Θεοδώρου διακόνῳ νόμισμα ἓν παρὰ κεράτια πέντε ἥμισυ τέταρτον. γίνονται τοῦ σύμπαντος χρυσίου μου φόλλεις … δύο ἐπιτρέπω …τ… παροῦσιν …υ …ε… ἀποδοῦναι τοῖς μνημονευθεῖσι τὸ παρ' ἐμοῦ τοιοῦτο χρυσίον καὶ καλει… … ἡγουμεν …ν πραγματ … …ων… παροντ… …το… Θεόδωρος Ὀβοδιανοῦ ὁ θεοφιλέστατος ἁρχιδιάκονος τῆς ἁγίας Μαρίας του…τ… … καὶ Λεόντιος Ὀβοδιανοῦ πρεσβύτερος καὶ ἡγούμενος … Βάθυλλος Θεοδώρου … διάκονος … καὶ Γέσιος Ὀβοδιανοῦ πρεσβύτερος καὶ Οὐάλης διάκονος ο…ατονεν τῆς ἁγίας καὶ εὐλογημένης δεσποίνης ἡμῶν τῆς ἐνδοξοτάτης θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. καὶ παρουσίᾳ ἠμῶν εἶπεν οὕτως· ἦ εἰς τὸν δεσπότην καὶ φιλάνθρωπον θεὸν τὸν ἔχοντα ἐξουσίαν ζώντων τε καὶ νεκρῶν ἡγείσθω μοι πρότερον ἐλπίς. ἐπεὶ τοίνυν ὡς ὁρᾶται ἀνάκειμαι καὶ τῇ κελεύσει τοῦ θεοῦ τῶν πάντων οὐδεὶς ἐναντιωθῆναι δύναται, διὸ τὸ ἀνθρώπινον ἐννοῶν βούλομαι καὶ κελεύω παρουσίᾳ ὑμῶν, εἴγε διὰ ταύτης μου τῆς νόσου τοῦ παρόντος βίου ὑπεξέλθω, πάντα τὰ παρ' ἐμοῦ καταλιμπανόμενα οἱαδήποτε πράγματα διοικεῖσθαι ὑπὸ Κηρυκοῦ Πέτρου τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἁγίου ἀρχιερέως Ἀαρὼν καὶ Θεοδώρου τοῦ προγεγραμμένου θεοφιλεστάτου ὀρθοῦ καὶ φιλοχρίστου σκοποῦ τυγχανόντων καὶ ἐξ αὐτῶν τρέφεσθαι καὶ ἐνδύεσθαι Θααιοῦν τὴν ἐμὴν μητέρα τὸν πάντα χρόνον τῆς αύτῆς ζωῆς, μετὰ δὲ θάνατον αὐτῆς τὰ ὑπολιμπανόμενα ἐκ τῶν τοιούτων παρ' ἐμοῦ καταλιμπανομένων οἱωνδήποτε πραγμάτων ἔρχεσθαι τὸ ἥμισυ μέρος εἰς τὸν

---

Documentary Papyri, P.Petra 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.petra;5.
