# P.Pher. p. 1.4.72-97

Documentary Papyri, P.Pher. p., 1.4.72 to 1.4.97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-pher-p/1.4.72
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-pher-p/1.4.72

Ἀμόις Ἀμοίτος τοῦ Ἀμόιτος μητρὸς Θαήσιος ἀπὸ Φερετνούεως ἀφανοῦς γενομένου τῷ θ ἔτει θεοῦ Αὐρηλίου Ἀντωνίνου ἐν Φερετνούει ἐν τῷ ἀπὸ Νότου καὶ Λιβὸς τῆς κώμης μέρει ψιλὸς τόπος βίκ …· λβ ἔτους ἕως δ ἔτους ὡρίωθη ἐν διαψίλῳ· γείτονες Βορρᾶ Πετοσίριος Ἀρχεμβρότου καὶ τῶν ἀδελφῶν καὶ ἄλλων, Νότου ὑπόλογος, Ἀπηλιώτου Τσενψονσνεῦτος Ψονσνεῦτος μητρὸς Τσενπετεήσιος καὶ Τασι Ῥι…ευτ καὶ ἄλλων, Λιβὸς ἀναβολὴ κώμης· ἐπεσκέφθη ἐν διαψίλῳ. καὶ … ιζ ἔτους ὡς ἀπὸ τάξεως αὐτενιαυτῶν ιϛ ἔτους πρότερον Πετοσίριος πρεσβυτέρου …αν… μετὰ τὰ σημαινόμενα ψιλὸς τόπος βίκου α· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη δραχμῶν δ· γείτονες Νότου Τσεν… Πετεμούνιος, Βορρᾶ Π…ε… ἱερο, Λιβὸς Διο… παράδεισος …· ἐπεσκέφθη δραχμῶν δ. πρότερον Νεχθν …ῆτος ἀφανοῦς γενομένου μετὰ τὰ σημαινόμενα ψιλὸς τόπος ἐκ μέρους ἐν κοιλάδι βίκων γ 𐅵· γβ ἔτους ἕως δ ἔτους ὡρίσθη δραχμῶν η· γείτονες Βορρᾶ Θερμουθ Ἁρβέως κοιλὰς καθʼ ὕδατος, Ἀπηλιώτου χωρίον δημόσιον, Λιβὸς …, δηλωθεὶς μὴ ὀφείλειν ὁρίζεσθαι διὰ τὸ καὶ τῷ κε ἔτει ὑπὸ Αὐρηλίου Ἀρείου στρατηγοῦ τοῦ Ὀξυρυνχίτου διασεσαφῆσθαι εἰς ἀρίθμησιν μηνὸς Τῦβι τοῦ κϛ ἔτους· ἐπεσκέφθη δραχμῶν η. καὶ διὰ προσγινομένου τοῦ διελθόντος κε ἔτους πρότερον Πετοσίριος Κικόιτος μητρὸς Ἡρακλ ἀφανοῦς γενομένου ἔτι πάλαι ἐν κώμῃ Φερετνούει ἐν τῷ ἀπὸ Βορρᾶ καὶ Λιβὸς μέρει τῆς κώμης ψιλὸς τόπος βίκων γ· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη ἐξ οὗ μηδὲν δύναται περιγίνεσθαι διὰ τὸ εἶναι ἐν διαψίλῳ, δ ἔτους δραχμὰς γ· γείτονες Βορρᾶ Ἴσιδος καὶ Τεφερῶτος θεῶν μεγίστων, Ἀπηλιώτου Τσεννεφερῶτος Πετενούφιος, Λιβὸς περίμετρα κώμης· ἐπεσκέφθη δραχμῶν γ. πρότερον Ἁρμιύσιος Νεχ μητρὸς Τσενπαυσίριος ἀφανοῦς γενομένου ἐν τῷ ἀπὸ Λιβὸς μέρει ψιλὸς τόπος βίκων δ· γβ ἔτους ἕως δ ἔτους ὡρίσθη ἐξ οὗ μηδὲν δύναται περιγίνεσθαι διὰ τὸ εἶναι ἐν διαψίλῳ· γείτονες Βορρᾶ δρόμος Ἴσιδος καὶ Τεφερῶτος θεῶν μεγίστων, Νότου Πα…, Ἀπηλιώτου ἐκ μὲν τοῦ πρὸς Βορρᾶ Πετενούφιος, ἐκ δὲ τοῦ πρὸς Νότου Ἀμόιτος καὶ … ἀμφοτέρων Ἀμόιτος, Λιβὸς περίμετρα κώμης· ἐπεσκέφθη ἐξ οὗ μηδὲν δύναται περιγίνεσθαι.

---

Documentary Papyri, P.Pher. p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.pher.
