# P.Pher. p. 1.8.217-1.9.242

Documentary Papyri, P.Pher. p., 1.8.217 to 1.9.242. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-pher-p/1.8.217
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-pher-p/1.8.217

πρότερον Ἁρμιύσιος Θομπεκύσιος γενομένου σιτολόγου ἐπʼ ὀνόματος τῆς γυναικὸς αὐτοῦ οἰκία δίστεγος καὶ αἴθριον· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη δραχμῶν η· γείτονες Βορρᾶ, Νότου, Λιβὸς Παποντῶτος Παποντῶτος καὶ Θερμουθ , Ἀπηλιώτου Καλλιμάχου· ἐπεσκέφθη δραχμῶν η. καὶ περὶ τὴν αὐτὴν Φερετνοῦιν ἰδιωτικῆς ἄρουρα α 𐅸 η· λβ ἔτους ἕως β ἔτους ὡρίσθη χωρίου δημοσίου ἀνὰ πυροῦ ς α, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν προτελουμένων· γείτονες Βορρᾶ Ἀπολ, α…λ, Νότου Ἡρακλ …τερ Ἡρακλ … καὶ ἐν ἄλλῳ τόπῳ πρότερον Ἁρμιύσιος Πετοσίριος παραδείσου ἄρουρης ιϛ λβ σνϛ πέμπτον καὶ δέκατον μέρος· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη τῶν δημοσίων· γείτονες τοῦ ὅλου Βορρᾶ, Νότου οἰκόπεδα καὶ ἄλλα, Ἀπηλιώτου περι κώμης, Λιβὸς οἰκόπεδα καὶ ἄλλα· ἐπεσκέφθη τῶν δημοσίων. καὶ ἐν ἄλλῳ τόπῳ ψιλοῦ τόπου περιτετειχισμένου μέρη γ ἀπὸ μέρους πέμπτου, ὅ ἐστι πέμπτον καὶ δέκατον μέρος· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη ἐν διαψίλῳ· γείτονες τοῦ ὅλου Βορρᾶ ῥύμη, Ἀπηλιώτου, Νότου ῥύμαι, Λιβὸς οἰκόπεδα· ἐπεσκέφθη ἐν διαψίλῳ. καὶ ἐν ἄλλῳ τόπῳ οἰκίας διστέγου καὶ ἀπὸ Βορρᾶ αὐλῆς πέμπτον καὶ δέκατον μέρος· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη ἀοίκητος. γείτονες τοῦ ὅλου Βορρᾶ δημοσία ῥύμη, Νότου Πετοσίριος Νεφερῶτος, Λιβὸς Ἀριμουθ Ἀμόιτος καὶ τῶν ἀδελφῶν, Ἀπηλιώτου οἰκόπεδα· ἐπεσκέφθη ἀοίκητος. καὶ ἐν ἄλλῳ τόπῳ οἰκίας τριστέγου καὶ ἐκ τοῦ ἀπὸ … αὐλῆς μέρη β ἀπὸ μέρους πέμπτου, ὅ ἐστι τρίτον πέμπτον καὶ δέκατον μέρος· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη δραχμῶν ιβ· γείτονες τῆς ὅλης Βορρᾶ ῥύμη, Νότου οἰκόπεδα καὶ παράδεισος, Ἀπηλιώτου, Λιβὸς οἰκόπεδα· ἐπεσκέφθη δραχμῶν ιβ. καὶ ἐκτὸς τῆς κώμης ἀρούρης 𐅸 τὸ τρίτον πέμπτον καὶ δέκατον μέρος· λβ ἔτους ἕως β ἔτους ὡρίσθη τῶν δημοσίων, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν δημοσίων· ἐπεσκέφθη τῶν δημοσίων. πρότερον Ὥρου Ὥρου τοῦ Νεφερῶτος τρίτον μέρος οἰκίας κατασπασθείσης καὶ αὐλῆς καὶ ἐκ τοῦ ἀπὸ Λιβὸς αἰθρίου ἐν συμπτώσει· λβ ἔτους ἕως δ ἔτους ὡρίσθη ἐν συμπτώσει· γείτονες ὅλης τῆς οἰκίας Νότου ἱερὸν Ἴσιδος καὶ Νεφερῶτος, Βορρᾶ δημοσία ῥύμη, Ἀπηλιώτου Λιβὸς οἰκόπεδα· ἐπεσκέφθη ἐν συμπτώσει.

---

Documentary Papyri, P.Pher. p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.pher.
