# P.Phil. 15

Documentary Papyri, P.Phil., P.Phil. 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-phil/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-phil/15

Ἱέρακι Ἱέρακος τοῦ Ὥρου καὶ Ἱέρακι Ὥρου τοῦ Ἱέρακος καὶ Ἡρακλᾷ …ο κατυμεως τοῦ Ὥρου τοῖς τρισὶ δημοσίοις καὶ οὐσιακοῖς κώμης Δίννεως κοι…ς παρὰ Πάσιτος Πτολ… Ἡρακλείου καὶ Διοσκότου υἱοῦ μητρὸς …μηυπιος τῶν δύο ἀπὸ κώμης Φιλαδελφείας· οἱ δύο ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ἑπτὰ καὶ δεκάτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου τὰς ἐπιβεβληκυίας αὐτοῖς ἀπὸ πεδίων κώμης Φιλαδελφείας … ἀπὸ Δίννεως βασιλικῆς καὶ οὐσιακῆς γῆς ἀρούρας τριάκοντα ἑπτὰ ἐν τέσσαρσι σφραγῖσι ἢ ὅσων ἐὰν ὦσι ἐν τριάκοντα ἑπτὰ ἀρούραις …ρμένου, ἐκφορίου τῶν ὅλων ἀρουρῶν κατʼ ἐτος ἕκαστον πυροῦ ἀρταβῶν ἑκατὸν δέκα ὀκτὼ καὶ ἄξωμεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δεοῦσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες, σπείροντες οἷς ἐὰν αἰρώμεθα γένεσι πλὴν κνήκου. τὰ δὲ κατʼ ἔτος ἐκφόρια ἀεὶ μετρήσομεν τοῖς τῆς κώμης Φιλαδελφείας σιτολόγοις μέτρῳ δημοσίωι ἐφʼ ᾧ λημψόμεθα οἱ περὶ τὸν Πάσιν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἐπιτελλόμενα …κοσιου δάνεια σπέρματα τῶν … δημοσίων πάντων κρ… … ἀργυρικὰ τελέσματα πάντα καὶ ἐπισπουδασμοῦ φορέτρων … ὄντων πρὸς τοὺς περὶ τὸν Πάσιν· τοῦ δὲ αφετ…μα… … τῶν ἀρουρῶν ὄντων πρὸς τοὺς περὶ τὸν Ἱέρακα. καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας … προς … τὸ δὲ λοιπὸν τρίτον μέρος ἀπὸ ἀναπαύματος καὶ … … τὸν κλῆρον ἀπὸ συνκομιδῆς τῶν σπαρησομένων …τι καθαρὰ ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται μισθῶσαι … …ας αι… …εμε ς… … ων… …φειον…

---

Documentary Papyri, P.Phil.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.phil.
