# P.Philammon p. pag3_8.3.1-pag3_8.5.9

Documentary Papyri, P.Philammon p., pag3_8.3.1 to pag3_8.5.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-philammon-p/pag3_8.3.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-philammon-p/pag3_8.3.1

…υσαι… … τέκνα α…ε … εθ…δεχω… λογω􏰂… Ὀνο􏰁φρι… ὁ ἡγεμών· αἰδέσθητι πρῶτα …τα… καὶ τὴν συνείδησιν τοῦ … καιρύτδετε δὲ τῇ γυναικὶ …σευ… τὴν προαίρεσίν σου ἀπέδειξας. ἐμάθετε δὲ παρὰ Ζεφυρίωι γνώμην …απ…βαλ… πρός τινα γυναῖκα καταλημφθεῖσαν ὑπὸ τοῦ ἀδικουμένου μετὰ μοιχοῦ. καὶ τοῦ ἀνδρὸς βαινομένου ξίφει μόνῳ ἐπὶ τὸν μοιχόν, τοῦ δέ ποι καταφυγόντος ἡ γυνὴ Σωφρονία αἱρήσασα ξίφος ἀπὸ τοῦ ἀνδρὸς καὶ ῥίπτει …σ…η τὸ δὲ ξίφος καταλαβοῦσα πατάσσει τὸν φεύγοντα καὶ φονεύει. ὁ ἡγεμών· καλῇ γὰρ πρὸς κρίσιν ὡς μὴ πρέπουσα τὸ ξίφος … ἠνεγκέναι. ἀλλ’ ὑπηρέτην δεῖ … τῆς ἀληθείας. ἅτε γὰρ ἐνόμιζες …ενι ἐκεῖνα … ἀσεβῆ ἐποίησεν ἂν ἔφευγεν … λαβοῦσα τὸν …ν… διδάσκαλον …ου…εσ… ἐκριν… τοίνυν …σι… τὴν Σωφρονίαν … ξίφι ἀποθνῄσκειν … πρός τινα τύμβον ἐξορύττοντα νυκτὸς καὶ νεκρὸν μετ’ εὐσεβείας ταφθέντα. ὁ ἡγεμών· ἐξορώρυχας γὰρ ὃν ἔθαψε δημοσίᾳ καὶ ὃν ἡ πόλις ἠλέησεν. σύ μοι δοκεῖς τρόπον ἔχειν θηρίου καὶ οὐκ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ θηρίου. καὶ γὰρ τὰ θηρία τοῖς μὲν ἀνθρώποις πρόσεισιν, τῶν δὲ ἀποθνῃσκόντων φείδονται. σὺ δὲ ἐπεβούλευσας σώματι ἀλλοτριωθέντι ὑπὸ τοῦ γένους τῶν ἀνθρώπων. ποίας δὲ ἔσχες ἐνθυμήσεις τὸν ἤδη κληθέντα καὶ τῆς ἐσχάτης ἐλπίδος ἀποστερῆσαι; νὴ γὰρ Δία, ἦν τὰ κοσμήματα τὰ τῶν νόμων, ἦν ὑπὸ τῆς πόλεως, ἦν δεδομένα τῶι νεκρῷ, ἦν κεκαθαρισμένα. ἐκδέξει τοίνυν τὴν ἕως κεφαλῆς τιμωρίαν. πρός τινα φιλοῦντα τὴν ἑαυτοῦ φίλην σφοδρὰν ἔρωτα. καταλαβὼν αὐτὴν μετὰ ἄλλου μὴ κατέχων τὴν ὀργὴν ἐφόνευσεν αὐτὴν ξίφει. ἔτι δὲ ἐπιζητούμενος πρὸς τιμωρίαν κατὰ πᾶσαν τὴν ἡμέραν ἔφθασεν εἰς τὸ μνῆμα τῆς φίλης αὐτοῦ. ὑπὸ γὰρ τοῦ ἐπικιμένου αὐτῷ ἔρωτος ἀπήντησε μετανοῶν. ὅτι οὖν συνεῖδεν …αιμ…εν… ἀπόλλυται … ὁμολογῶν …ξηι φονευ… ὁ ἡγεμών· φόνου κατασημαινομένου αἰτίαν τὴν ἐπικειμένην σοι μανίαν λέγεις ἔρωτος, ἀβελτερίαν ὑποθήματος. τοῦτο γὰρ προκαλεῖ ἐμὲ τὸν δικάζοντα. ἐάσω σοι δὲ ζῆν ἐμ μετάλλῳ, ἵνα μιμνησκόμενος ὧν ἔδρασες ἐπὶ αὐτὴν διὰ ὀργὴν ηδε… πρὸς τὸν ἁστιάριον αὐτοῦ κρινομένου ὡς μητέρα καὶ θυγατέρα ἐσχηκότος.

---

Documentary Papyri, P.Philammon p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.philammon.
