# P.Polit.Jud. 7

Documentary Papyri, P.Polit.Jud., P.Polit.Jud. 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-polit-jud/7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-polit-jud/7

τοῖς ἄρχουσι παρὰ Δωροθέου τῶν ἐκ τοῦ πολιτεύματος. ἐν τῶι λβ ἔτει Σεύθου τοῦ τῆς γυναικός μου ἀδελφοῦ ἀρρωστήσαντος παρʼ ἐμοὶ καὶ βαρέως διατεθέντος προεστάτησα αὐτοῦ ἐφʼ ἱκανὸν χρόνον ἐκ τοῦ ἰδίου πλείονα δαπανῶν, μετὰ δὲ ταῦτα μεταλαβὼν τὴν θυγατέρα αὐτοῦ Φίλιππαν ἀπερρίφθαι ἐν τῶι … μετεπεμψάμην καὶ ταύτην καὶ ἀμφοτέρων διαιτωμένων παρʼ ἐμοὶ ὁ Σεύθης εδρ…ην προσπαρέδωκέν μοι τὴν Φίλιππαν, ὅπως παρʼ ἐμοὶ ἦι, χάριν τε ὧν εἰς ἀμφοτέρους ἐδεδαπανήκειν, τὸ δεύτερον χάριν τῆς πρὸς τὴν γυναῖκα π…εως, Ἰωνᾶς δὲ τῆς γυναικὸς αὐτοῦ περιεσπακυίας τὴν Φίλιππαν καὶ πρὸς τὴν ἄλλην αὐτῆς ἀδελφὴν καθεστακυίας εἰς Παανάμει, ἀξιῶ, ἐὰν φαίνηται, ἀνακαλεσαμένους αὐτὴν ἐπαναγκάσαι τὸ δίκαιόν μοι ὑποσχεῖν. εὐτυχεῖτε. ἔτους λϛ Παχὼν κβ συνετάξαμεν παραγγεῖλαι. τῆι δὲ κδ τῶν ἀρχόντων· εἰς τὴν κα Παῦνι κατενεχθῆναι. ἔτους λϛ Παχὼν Δωρόθεος πρὸς Ἰωνᾶν ἔτους λϛ Παῦνι κ… ἐπὶ τῶν ἀρχόντων. καταστάντος Δωροθέου πρὸς Ἰωνᾶν καὶ τ… …α…θέντος ο… περὶ τοῦ παραδοῦναι ἐν… ἣν ἐσήμανεν ἀπεσπακέναι …πις… Ἰωνᾶν δεδομένην αὐτῶι …ου…ις παρα…τ…ς… τῆς τε Ἰωνᾶς … μεγάλως β…ε…ιασαι αὐτ…επ…αυτ…ελ… …ν…ν… συνετάξαμεν … τὸ μὲν κοράσιον κατ… τῶι δὲ Δωροθέωι …ει… κατέχειν ἐργα…κ… ὑπομνημα…τεθ…

---

Documentary Papyri, P.Polit.Jud.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.polit.jud.
