# P. Princ. 2 82.r.1-41

Documentary Papyri, P. Princ. 2, 82.r.1 to 82.r.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-princ-2/82.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-princ-2/82.r.1

τοῖς μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Ζήνωνος τοῦ αἰωνίου Αὐγούστου τὸ γ, Φαρμοῦθι α, τετάρτης ἰνδικτίονος, ἐν Λύκων πόλει τῇ λαμπρᾷ. ταύτην ποιοῦνται πρὸς ἑαυτοὺς τὴν κοινὴν ὁμολογίαν τῆς διαλύσεως ἐκ μὲν τοῦ ἑνὸς μέρους Κῦρος θεοφιλέστατος ἐπίσκοπος τῆς καθολικῆς Λυκοπολιτῶν ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ Δανιήλιος καὶ Ἀρείων εὐλαβέστατοι πρεσβύτεροι οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Βησᾶ, ἐκ δὲ θατέρου Θεόφιλος Ἀπόλλωνος διάκονος τῆς αὐτῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. ὁμολογοῦμεν ἀλλήλοις τὰ ὑποτεταγμένα. χαίρειν. μικρῷ πρότερον ὁ προσημανθεὶς Θεόφιλος καταλαβὼν τὸ μέγα αὐγοῦσταλιανὸν διὰ λιβέλλου αἰτιάσεως ᾖτιάσατο τοὺς προγεγραμμένους Κῦρον τὸν θεοσεβέστατον ἐπίσκοπον καὶ Δανιήλιον καὶ Ἀρείωνα τοὺς εὐλαβεστάτους πρεσβυτέρους ἐπὶ φανεροῖς κεφαλαίοις τοῖς καὶ ἐγκειμένοις τῇ ἀποσταλείσῃ παρʼ αὐτοῦ ἐντεύξει, καὶ διαλελάληται Κῦρον μὲν τὸν θεοφιλέστατον ἐπίσκοπον καταλαμβάνοντα τὸ μέγα ἐκεῖνο δικαστήριον τὰς προσούσας αὐτῷ ἐκθέσθαι δικαιολογίας, εἰ μὴ ἕλοιτο πρὸ δίκης ἐπιλύειν τὰ ἐναγόμενα, Δανιήλιον δὲ καὶ Ἀρείωνα τοὺς εὐλαβεστάτους αὐτοῦ ἀδελφοὺς ἐξ ἀντιρρήσεως παρὰ Μακαρίῳ τῷ ἐλλογιμωτάτῳ συνηγόρῳ τοῦ Θηβαίων φόρου δικάσασθαι. καὶ τούτων διαλελαλημένων ὁμολογία συντέθηται μεταξὺ Θεοφίλου τοῦ προγεγραμμένου διακόνου καὶ Δανιηλίου καὶ Ἀρείωνος τῶν εὐλαβεστάτων ἐν τῇ αὐτῇ ἡμέρᾳ …ο… ἐν Λύκων πόλει, καθʼ ἣν ὡμολόγησαν ἀλλήλοις εἴσω ῥητῆς προθεσμίας ἀπαντῆσαι πρὸς τὸν αὐτὸν ἐλλογιμώτατον Μακάριον καὶ τὰς προσούσας αὐτοῖς ἐκθέσθαι δικαιολογίας ἢ γοῦν φανερὸν ἐκτεῖσαι πρόστιμον ἀκολούθως τῇ αὐτῆς δυνάμει. ἐπὶ δὲ τούτοις ψιλὰς τὰς ὑπομνήσεις Κῦρος ὁ θεοσεβέστατος ἐπίσκοπος ὑπομεμενηκὼς παρὰ Θεοφίλου μὴ ἀναμείνας διαστικὴν διαγυμνασίαν δεδυσώπηκεν ἑαυτὸν ἐκεῖνα ποιεῖν, ἅπερ ἂν μέσοι τινὲς αὐτῶν γιγνόμενοι δικαιώσωσιν· καὶ δὴ Μακάριος καὶ Σαβῖνος οἱ ἐλλογιμώτατοι παρʼ ἑκατέρου μέρους ἐν τοῖς ἀγράφοις στερχθέντες μέσοι αὐτῶν γεγονότες καὶ τῆς αὐτῶν ἁπάσης ἀκροασάμενοι δικαιολογίας ἐδικαίωσαν Κῦρον μὲν τὸν εὐλαβέστατον ἐπίσκοπον καταθεῖναι ἐπὶ Θεόφιλον χρυσίνους δεκαέξ, γίνεται χρύσινα νομίσματα ιϛ, ὑπὲρ ἀπαλλαγῆς πάσης δίκης καὶ δικαιολογίας καὶ μέμψεως, Δανιήλιον δὲ καὶ Ἀρείωνα καταβαλεῖν ὁμοίως ἐπὶ Θεόφιλον τὰ ἑξῆς ὑποτεταγμένα εἴδη οὕτως· κολοβιομαφόριον ἀνδρικὸν ἕν , κουσούλιον Αἰγύπτιον ἕν , καρακάλλιον Αἰγύπτιον ἕν , στιχάριον λευκορόδιον ἕν , προσκεφάλαια πολύμιτα δύο , στρῶμα σκιωτόν ἕν , δελματίκιον μελιτόχρωον ἕν , λωδίκιον παραγαύδωτον ἕν , οὐηλάρια μικρὰ χονδρὰ δύο , στιχαρομαφόρια ὀρθόπλουμα πέντε , μαφόριον μολόχινον ἕν , στιχάριον ἀνδρικὸν λιτὸν ἕν , λινούγια ἀνδρικὰ δύο σινδόνια καὶ σάβανα ἀπὸ Σκινεπωέως ἑπτά , τυλάριον ἀπὸ Σκινεπωέως ἕν , καμάσιον Δαμασκηνὸν ἕν ,

---

Documentary Papyri, P. Princ. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.princ;2.
