# P.Rain.Cent. 162

Documentary Papyri, P.Rain.Cent., P.Rain.Cent. 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rain-cent/162
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rain-cent/162

…παρ…νως μέχρι τῆς σήμερον οὐκ ὑπέμνησεν τὸν λαμπρότατον κύριον Ἠλείαν τὸν ἐπιμελητὴν ἕνεκεν τῶν δώδεκα νομισμάτων καὶ ἔλαβεν. ἔγραψα γὰρ τῇ αὐτοῦ λαμπρότητι περὶ τούτου. καταξιώσῃ ἡ ὑμετέρα ἀδελφότης ὑπομνῆσαι τὴν αὐτοῦ λαμπρότητα καὶ λαβεῖν τὰ δώδεκα ὁλοκόττινα καὶ γράψαι μοι τὴν ἀπόκρισιν αὐτοῦ Θεὸς γὰρ οἶδεν ἐὰν ὀκνήσῃ καὶ μηδὲν δώσῃ. καὶ γράψῃς μοι τὸ πρᾶγμα …τὸν μεγαλοπρεπέστατον τριβοῦνον Κομιτᾶν καὶ πιστεύω ὅτι, ἐὰν ἐνέγκω …ησαι εἰς ἐμὲ, ἀλλὰ ποιεῖ με ὅλως εἰ ταῦτα μετὰ σοῦ χρὴ … παρακάλεσον οὖν αὐτὸν ἵνα μὴ λύπη γένηται καὶ ἀναγκασθῶ λυπῆσαι αὐτὸν καὶ ἐνεγκεῖν τὸ πρᾶγμα εἰς τὸν τριβοῦνον Θεὸς γὰρ οἶδεν εἰ ἐκέλευσέν μοι τὸ χλανίδιον ὑποτέσθαι εἰς τὰς ἀποκρίσεις αὐτοῦ οὐκ εἶχον ὀκνῆσαι καὶ πολλὰ αὐτὸν προσαγορεύω. γράμματα δὲ τοῦ κυρίου Νεμεσίωνος τοῦ υἱοῦ τοῦ λαμπροτάτου σχολαστικοῦ Πετεχῶνος ἔπεμψα ὑμῖν ἔσωθεν τῶν ἡμετέρων γραμμάτων ἵνα ἀποδώσητε τῷ κυρίῳ Μηνᾷ καὶ τῷ ἀδελφῷ αὐτοῦ. καὶ ἐλθὼν ἐνταῦθα καὶ μαθὼν εἶπεν ὅτι οὐδείς μοι δέδωκεν γράμματα παρὲξ ἑνὸς ἃ ἦν διὰ τῶν αὐτῶν ἡμερῶν. πῶς ἕως τῆς σημεροσίου ἡμέρας … ἀλλὰ καὶ ἐμέμφθην παρʼ αὐτῆς αυτ… ἐπίδος τῷ τὰ πάντα δεοφιλεστάτῳ …

---

Documentary Papyri, P.Rain.Cent.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rain.cent.
