# P.Rain.Cent. 79

Documentary Papyri, P.Rain.Cent., P.Rain.Cent. 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rain-cent/79
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rain-cent/79

ἀνάγκης γεναμένης γέγραφα πρὸς τὴν …ε…επι…κατελθ… καὶ καλῶς ποιήσετε μὴ κ…τελ…τες… παρακαλῶ αὐτὴν μὴ κατελθεῖν ἀλλὰ καθίσαι καὶ φροντίσαι τ…ρ…μ…τος σο… ἠθέλησεν ὁ θεὸς απ…ση…εκ…λ… πρὸς τὸν κόμιτα Ἰωαννάκιν καὶ τοῦτο …σαμ… τοῦ μὴ γενέσθαι … ουτο… τὸ δὲ χρυσίον τὸ ἀπαιτηθὲν καταξιώσατε ἀποστεῖλαί μοι ἐπειδὴ … ἐπαχθῶς φέρεταί μοι ὁ μεγαλοπρεπέστατος κόμις Παῦλος, καὶ μὴ ἀναμείνητε ἀλλʼ ὅταν κατὰ τὴν ὁδὸν ἀπαντήσῃ ὑμῖν ὁ γραμματηφόρος κατʼ αὐτῆς ὑποστρέφετε, τὸ δὲ χρύσινον πέμψητε ἐπειδὴ ὡς εἴρηται πάνυ ἀναγκάζομαι περὶ αὐτοῦ. γράψον μοι δὲ τὸ τί ἐποίησας καὶ τὸ πῶς ἡ διαγωγή σου περὶ τῶν ἐκεῖσε καὶ τὸ τί θέλεις ἵνα ποιήσω, ἢ ἀναμείνω ὧδε ἢ ἀνέλθω εὐθέως, ἐπειδὴ οὐδεμία ἀπόκρισις ἕως ἄρτι ἦλθεν περὶ τοῦ ὑπερφυεστάτου στρατηλάτου τῷ τὰ πάντα θεο… Ἰσακίῳ διακόνῳ καὶ διοικ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος

---

Documentary Papyri, P.Rain.Cent.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rain.cent.
