# P.Rain.Unterricht 178

Documentary Papyri, P.Rain.Unterricht, P.Rain.Unterricht 178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rain-unterricht/178
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rain-unterricht/178

ἔστω μήνισκος, οὗ ἡ μὲν ἐκτὸς περίμετρος σχοινίων ι, ἡ δὲ ἐντὸς σχοινίων ιβ. βάσις σχοινίων β, πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰς δύο περιμέτρους, γίνεται κβ. τοῦτων λαβὲ τὸ 𐅵, γίνεται ια. ταῦτα τὰ σχοινία ποίησον ἐπὶ τὰ δύο τῆς βάσεως, γίνεται κβ. τοσούτων ἀρουρῶν ἐστιν ὁ μηνίσκος ὡς ὑπόκειται. σχοινία ιβ σχοινία β σχοινία ι σχοινία β γίνονται ἄρουραι λβ ἔστω κύκλος, οὗ ἡ μὲν περίμετρος σχοινίων λ. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. ποίησον τὰ σχοινία λ ἐφ' ἑαυτά, γίνεται ϡ. τούτων λαβὲ τὸ ιβ, γίνονται οε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται περίμετρος σχοινίων λ γίνονται ἄρουραι οα ἔστω κύκλος, οὗ ἡ διάμετρος σχοινίων ι. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. ποίησον τὰ ι ἐφ' ἑαυτά, γίνεται ρ. τούτων λαβὲ τὸ 𐅵δ ', γίνονται οε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται σχοινία ι γίνονται ἄρουραι οε ἔστω κύκλος ημ…ς, οὗ ἡ μὲν κάθετος σχοινίων ιε, ἡ δὲ διάμετρος σχοινίων λ. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰ σχοινία τῆς καθέτου … ποίησον ἐφ' ἑαυτά, γίνεται Βκε. τούτων λαβὲ τὸ γ, ποιήσονται χοε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται. κάθετος σχοινίων ιε διάμετρος σχοινίων λ γίνονται ἄρουραι χοε ἔστω ἡμικύκλιον, οὗ ἡ μὲν κάθετος σχοινίων ε, ἡ δὲ διάμετρος σχοινίων ι. δυσὶν οὖν πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰ σχοινία τῆς καθέτου καὶ τὰ σχοινία τῆς διαμέτρου, γίνεται ιε. τούτων λαβὲ τὸ 𐅵, γίνεται ζ𐅵 ταῦτα τὰ σχοινία ποίησον ἐπὶ τὰ ε τῆς καθέτου, ποιήσοντα λζ 𐅵. τοσούτων ἀρουρῶν ἐστιν τὸ ἡμικύκλιον, ὡς ὑπόκειται σχοινίων ε διάμετρος σχοινίων ι διάνοια μέτρων δρόμωι ἀρτάβαι ρ. πόσαι … ὡς δεῖ ποιῆσαι. λαβὲ τῶν … τὸ ρ, γίνεται α, ἐπὶ κη, γίνεται κη … προκειμένας ἀρτάβας … ἔσται … δρόμωι ἀρτάβαι …. ὡς δεῖ ποιῆσαι. λαβὲ τῶν … γίνεται …, ἐπὶ κγ 𐅷, γίνεται … ἐστι τὰς προκειμένας ἀρτάβας …

---

Documentary Papyri, P.Rain.Unterricht. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rain.unterricht.
