# P.Rev. pg4.15.10-pg4.19.1

Documentary Papyri, P.Rev., pg4.15.10 to pg4.19.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rev/pg4.15.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rev/pg4.15.10

πρᾶξις τελῶν. οἱ πριάμενοι τὰς ὠνὰς πρασσέσθωσαν τοὺς ὑποτελεῖς πάντας …α ἐκ τῶν νόμων. ἐὰν δέ τι παρὰ τὰ γεγραμμένα ποιήσωσιν, ἀποτινέτωσαν εἰς τὸ βασιλικὸν τάλαντα γ καὶ τὰ τέλη, ὅσα ἂν ἐλλίπηι … ἐὰν μὴ γράψωσι ἐν τοῖς λόγοις ἐν ἡμέραις τριάκοντα. διαλογισμός. διαλογιζέσθω δὲ ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς πρὸς τοὺς τὰς ὠνὰς ἔχοντας καθʼ ἕκαστον μῆνα πρὸ τῆς δεκάτης ἱσταμένου περὶ τῶν γεγενημένων ἐν τῶι ἐπάνω χρόνωι … …ει… τὰ δʼ ἐν τῶι ἐνεστῶτι μηνὶ γεγενημένα μὴ προσκαταχωριζέτωσαν εἰς τὴν ἐπάνω ἀναφοράν, μηδὲ μεταφερέτωσαν ἐξ ἑτέρων εἰς ἕτερα, μηδʼ εἴ τις τῶν λογευτῶν ἢ τῶν ὑπηρετῶν ἀπὸ τῆς προσόδου τῆς ὠνῆς λαβών τι διορθοῦται, μηδαμῶς τοῦτο εἰς τὸ ἴδιον καταχωριζέσθω. ὅταν δὲ τὸν ἐχόμενον διαλογισμὸν ποιῶνται, καὶ τὸ περιὸν ἐκ τοῦ ἐπάνω διαλογισμοῦ πρὸς τὴν πρόσοδον προσλαμβανέτωσαν, διαδηλοῦντες ὅσον ἦν τὸ περιὸν ἐκ τοῦ ἐπάνω χρόνου. ἐὰν δὲ ὁ ἐπάνω χρόνος ἔγδειαν ἦι πεποιηκώς, ὁ δʼ ἐπιὼν ἐπιγένημα καὶ ἀπέχηι ὁ οἰκονόμος πλῆρες τὸ ἀδιέγγυον μέρος τῆς ὠνῆς, … ἀπὸ τοῦ ἐπιγενήματος τ…με… …κασιν ἑκάστωι … ἐπεχέτω… τοσοῦτον ς…, εἰς δὲ τὸ βασιλικὸν ἐκ τῆς ἄλλης ὠνῆς τὴν ἔγδειαν ἐὰν δὲ ὕστερον καὶ ἐκ ταύτης τῆς ὠνῆς, ἐξ ἧς τὸ ἐπιγένημά ἐστιν, ἔκδεια γένηται, ἔστω αὐτῶι ἡ πρᾶξις τοῦ μετενεγχθέντος ἐπιγενήματος ἐκ τῶν ἐγγύων τῶν ἐγγεγραμμένων ἐπὶ τῆι ὠνῆι εἰς ἣν τὸ περιὸν μετηνέγχθη, πρότερον δὲ ἐκ τοῦ αὐτομάτου ἀποκαθιστάτω τὸ μετενεγχθὲν ὅθεν μετηνέγχθη. τῶν δὲ διαλογισμῶν, οὓς ἂν ποιήσηται ὁ οἰκονόμος πρὸς τοὺς τὰς ὠνὰς ἔχοντας, πάντων ἀντίγραφα ἑκάστωι τῶν κοινώνων παραχρῆμα δότω σφραγισάμενος αὐτὸς καὶ μάρτυρες, ἐχέτω δὲ καὶ αὐτὸς ἀντίγραφα σφραγισαμένων πάντων τῶν διαλογισαμένων … … ἀποστελλέτω δὲ τὰ ἀντίγραφα τῶν διαλογισμῶν κατὰ μῆνα πρὸς τὸν ἐπὶ τῆς διοικήσεως τεταγμένον καὶ τὸν ἐγλογιστήν. ὅταν δὲ ὁ πεπραμένος χρόνος ἅπας διέλθηι, παρέστωσαν οἱ τὰς ὠνὰς ἔχοντες πάντες πρὸς τὸν οἰκονόμον ἐν τῶι ἐχομένωι μηνὶ πρὸ τῆς δεκάτης ἱσταμένου καὶ διαλογιζέσθω πρὸς αὐτοὺς ὁ οἰκονόμος γενικὸν διαλογισμὸν καὶ τιθεὶς τήν τε τιμὴν τῆς προσόδου καὶ ὃ δεῖ αὐτοὺς διορθώσασθαι καὶ εἰς τοῦτο τὸ ἤδη ἀνενηγμένον καὶ ἐν οἷς χρόνοις ἕκαστα καὶ εἴ τι ἀπὸ τῶν ἀποπραμάτων ἢ ἄλλου τινὸς ἐνοφείλεται, ὃ δεῖ τὸν οἰκονόμον πρᾶξαι, καὶ τὸ λοιπὸν ἐάν τι προσοφείλωσιν καὶ πόσον ἑκάστωι τούτων ἐπιβάλλει

---

Documentary Papyri, P.Rev.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rev.2ed.
