# P.Rev. pg4.41.r.5-pg4.43.r.2

Documentary Papyri, P.Rev., pg4.41.r.5 to pg4.43.r.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rev/pg4.41.r.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rev/pg4.41.r.5

ἐὰν δὲ γεωμετρήσαντες μὴ εὕρωσιν τὸ πλῆθος τῶν ἀρουρῶν κατεσπαρμένον, ἀποτινέτωσαν ὅ τε νομάρχης καὶ ὁ τοπάρχης καὶ ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς ἕκαστος τῶν αἰτίων εἰς μὲν τὸ βασιλικὸν τάλαντα β καὶ τοῖς τὴν ὠνὴν ἔχουσιν τοῦ τε σησάμου ὃ ἔδει λαβεῖν αὐτοὺς τῆς ἀρτάβης δραχμὰς β, τοῦ δὲ κρότωνος τῆς ἀρτάβης δραχμὴν α καὶ τὸ ἐπιγένημα τοῦ ἐλαίου καὶ τοῦ κίκιος. εἰσπραξάτω δὲ παρʼ αὐτῶν ὁ ἐπὶ τῆς διοικήσεως τεταγμένος. ἔξω ὅρα …ων νομῶν … πα… σήσαμον ἢ κρότωνα … τάξει ὁ τὴν ὠνὴν ἀγοράσας … οἷς προστέτακται, εἰσπράξας παρʼ αὐτῶν ὁ ἐπὶ τῆς διοικήσεως τεταγμένος ἀποδότω εἰς οὓς ἔδει νομοὺς χορηγηθῆναι τὸ σήσαμον καὶ τὸν κρότωνα. ὁ δὲ οἰκονόμος πρότερον ἢ τὴν ὥραν καθήκειν τοῦ σπείρεσθαι τὸ σήσαμον καὶ τὸν κρότωνα δότω τῶι προεστηκότι τοῦ νομοῦ νομάρχηι ἢ τοπάρχηι ἐὰν βούληται εἰς τὸν σπόρον, τοῦ μὲν σησάμου τῆς ἀρούρας δραχμὰς δ, τοῦ δὲ κρότωνος τῆς ἀρούρας δραχμὰς β· κομιζέσθω δὲ ἀπὸ τῆς ἅλω ἀντὶ τοῦ … …υ παρα… τὸν τὴν ὠνὴν ἀγοράσαντα περὶ τῆς τιμῆς. ὅταν δὲ ὥρα η῏ι συνάγειν τὸ σήσαμον καὶ τὸν κρότωνα καὶ κνῆκον, ἐπαγγελλέτωσαν οἱ μὲν γεωργοὶ τῶι νομάρχηι καὶ τῶι τοπάρχηι, οὗ δὲ μή εἰσι νομάρχαι ἢ τοπάρχαι, τῶι οἰκονόμωι· οὗτοι δὲ παρακαλείτωσαν τὸν τὴν ὠνὴν ἔχοντα. ὁ δὲ τὴν ὠνὴν διοικῶν ἐπελθὼν μετὰ τούτων ἐπὶ τὰς ἀρούρας συντιμησάτω. οἱ δὲ λαοὶ καὶ οἱ λοιποὶ γεωργοὶ τιμάσθωσαν τὰ αὑτῶν γενήματα ἕκαστα κατὰ γένος πρὸ τοῦ συνκομίζειν καὶ συγγραφὴν ποιείσθωσαν πρὸς τὸν τὴν ὠνὴν ἔχοντα τῆς τιμήσεως διπλῆν ἐσφραγισμένην. γραφέτωσαν δὲ οἱ λαοὶ τὸν σπόρον ὅσον ἕκαστος κατέσπαρκεν κατὰ γένος μεθʼ ὅρκου καὶ πόσου ἕκαστος τιμᾶται καὶ σφραγιζέσθωσαν τὴν συνγραφήν, συνεπισφραγιζέσθω δὲ καὶ ὁ παρὰ τοῦ νομάρχου συναποσταλεὶς ἢ τοπάρχου. … …σαν καὶ ἐκ τοῦ …ντος συ… παραμετρεῖν ἐναντίον τῶν γεωργῶν. ἔξω ὅρα.

---

Documentary Papyri, P.Rev.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rev.2ed.
