# P.Rev. pg4.50.14-pg4.52.9

Documentary Papyri, P.Rev., pg4.50.14 to pg4.52.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-rev/pg4.50.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-rev/pg4.50.14

οἱ δὲ μάγειροι τὸ στέαρ καταχράσθωσαν καθʼ ἡμέραν ἐναντίον τοῦ τὴν ἐλαικὴν ἔχοντος. αὐτὸ δὲ καθʼ αὑτὸ μηδενὶ πωλείτωσαν παρευρέσει μηδεμιᾶι μηδὲ συντηκέτωσαν μηδὲ ἀποτιθέσθωσαν· εἰ δὲ μή, ἀποτινέτω ἕκαστος ὅ τε ἀποδόμενος καὶ ὁ πριάμενος τῶι τὴν ἐλαικὴν πριαμένωι καθʼ ἕκαστον ὧν ἂν πρίηται δραχμὰς ν. οἱ δʼ ἐλαιουργοῦντες ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν χώραν ἀπογραφέσθωσαν πρὸς τὸν πραγματευόμενον τὴν ὠνὴν καὶ πρὸς τὸν παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως πόσα τε ἐλαιούργια ὑπάρχει ἐν ἑκάστωι ἱερῶι καὶ πόσοι ὅλμοι ἐν ἑκάστωι ἐργαστηρίωι καὶ ἰπωτήρια καὶ ἐπιδεικνύτωσαν τὰ ἐργαστήρια, τοὺς δὲ ὅλμους καὶ τὰ ἰπωτήρια παρεχέτωσαν εἰς παρασφραγισμόν. …θωσαν δὲ ὅ τε … καὶ … τοῦ ἐλαίου κ…κο …ηιν … ἐὰν δὲ μὴ ἀπογράψωνται, μηδʼ ἐπιδείξωσι μηδὲ παράσχωνται εἰς παρασφραγισμόν, ἀποτινέτωσαν οἱ ἐπὶ τῶν ἱερῶν τεταγμένοι εἰς μὲν τὸ βασιλικὸν ἕκαστος τῶν αἰτίων τάλαντα γ καὶ τοῖς τὴν ὠνὴν πριαμένοις τὸ βλάβος ὅσου ἂν διατιμήσωνται πενταπλοῦν. ὅταν δὲ βούλωνται κατεργάζεσθαι ἐν τοῖς ἱεροῖς τὸ ἔλαιον τὸ σησάμινον, παραλαμβανέτωσαν τὸν τὴν ὠνὴν πραγματευόμενον καὶ τὸν παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως καὶ ἐναντίον τούτων ἐλαιουργείτωσαν. κατεργαζέσθωσαν δὲ ἐν διμήνωι ὅσον ἀπεγράψατο εἰς τὸν ἐνιαυτὸν ἀνηλωθήσεσθαι, τὸ δὲ κίκι τὸ ἀνηλισκόμενον λαμβανέτωσαν παρὰ τῶν τὴν ὠνὴν ἐχόντων τῆς καθισταμένης τιμῆς. ὁ δʼ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς τὸ ἀνήλωμα τὸ γινόμενον εἰς ἕκαστον ἱερὸν τοῦ τε κίκιος καὶ τοῦ ἐλαίου ἀποστελλέτωσαν τὴν γραφὴν πρὸς τὸν βασιλέα, διδότωσαν δὲ καὶ τῶι ἐπὶ τῆς διοικήσεως τεταγμένωι. μὴ ἐξέστω δὲ τοῦ ἐλαίου τοῦ κατεργαζομένου εἰς τὰ ἱερὰ μηθενὶ πωλεῖν· εἰ δὲ μή, στερέ- σθωσαν τοῦ ἐλαίου καὶ προσαποτινέτωσαν τοῦ μετρητοῦ δραχμὰς ρ καὶ τοῦ πλείονος καὶ ἐλάσσονος κατὰ λόγον. … …κ… μὴ ἐξέστω ἀνάγειν εἰς τὴν χώραν ἐπὶ πράσει μήτε ἐξ Ἀλεξανδρείας, μήτε ἐκ Πηλουσίου, μήτε ἄλλοθεν μηθαμόθεν.

---

Documentary Papyri, P.Rev.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.rev.2ed.
