# P.Ross.Georg. 2 19.1-26

Documentary Papyri, P.Ross.Georg. 2, 19.1 to 19.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ross-georg-2/19.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ross-georg-2/19.1

ἐμίσθωσεν Πρειμίων ὁ δεῖνος … Πέρσῃ τῆς ἐπιγονῆς … ἀπὸ τῆς ὑποκειμένης ἡμέρας ἐπὶ χρόνον … ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς … καὶ ἀμπελῶνα… κτῆμα σύμφυτον ὅσων ἐστὶν ἀρουρῶν …φυ… πᾶσι καὶ τ… καὶ τὴν ἐκ νότου τοῦ κτήματος κειμένην ὅλην καλαμείαν … ἐδάφη ὄντα …ς ἐστὶν ἰτεών, οὗ ἡ κοπή ἐστιν τοῦ Πρειμίωνος, ἐφʼ ὧι ν… ἰτεῶνα καὶ … τροχὸν καὶ τὴν ἐπικειμένην τῷ τροχῷ μηχανὴν ὑδραγωγὸν … τῆι ὀχετείᾳ καὶ τὸ ἐν τῷ κτήματι μαγδώλιον καὶ αὐλὴν κτηνῶν αποσυ…ης πλίνθου καὶ … φόρου ἀποτάκτου κατʼ ἔτος ἀργυρίου δραχμῶν δισχιλίων ἑκατὸν κατʼ ἔτος καὶ οἴνου καινοῦ κεραμίων τετρακοσίων … κοντα ἢ ἀντὶ τούτων … ἀργυρίου δραχμῶν δισχιλίων πεντακοσίων δραχμὰς τρια… αἱρέσεως οὔσης καὶ ἐγλογῆς περὶ τοῦ τὴν πλειστὴν τιμὴν λαβεῖν ἢ τὰ τοῦ οἴνου κεράμια πεντήκοντα κατʼ ἔτος … ξύλων ἀμπελικῶν … ἑβδομήκοντα πέντε , σταφυλῆς ἐγλεκτῶν βοτρύων τριακοσίων , καρποὺς φοίνικος ἑνὸς οὗ ἐὰν αἱρῆται ὁ Πρειμίων … φοίνικος πατητοῦ ξηροῦ ἀρτάβην μίαν , οἴνου κεράμια τετρακόσια , ἐλαίας στάμνων πέντε καὶ ἐκ τῶν ἐνόντων κολοκυνθῶν εἴκοσι , σικυδίων τεσσαράκοντα , καὶ ἐκ τῶν ἐνόντων κατὰ καιρὸν λαχάνων ἂν ὑπάρχῃ ἑκάστης ἡμέρας δεσμῶν δύο καὶ ῥόας εἴκοσι καὶ ἐλαίας μελαίνης ἀρτάβης τετάρτου χοινίκων δύο , περσικῶν ξηρῶν ἀρταβῶν ἑκατὸν, σύκων διακοσίων , μυξῶν ξηρῶν χοινικὰς ὀκτὼ , ἀκίνδυνα πάντα παντὸς κινδύνου τῶν ὑπὲρ τῶν προκειμένων σιτικῶν καὶ ἀργυρικῶν δημοσίων πάντων ὄντων κατʼ ἔτος πρὸς τὸν μεμισθωκότα Πρειμίωνα, ὃν καὶ κυριεύειν τῶν κατʼ ἔτος γενημάτων, ἕως ἂν τὰ προκείμενα κομίσηται. ἐὰν δὲ διὰ … χρεία γένηται καινῆς μηχανῆς ἢ ῥαιστῆρος ἢ ἄξονος ἢ ἐργατῶν ἢ σκυταλῶν ἢ ἐκχύσεως ἢ ἀσκοῦ παρεχέσθω ὁ Πριμίων ἀντὶ τούτων τὰ ἴσα, λαμβάνων τὰ παλαιά, τὰ δʼ ἄλλα πάντα εἶναι πρὸς τὸν μεμισθωμένον. χρήσεται δὲ τῇ μηχανῇ ὁ μεμισθωμένος πρός τε τοὺς τοῦ κτήματος ποτισμοὺς καὶ τῶν μεμισθωμένων …η… ων ἄλλων ἐὰν μισθώσηται παρʼ ἑτέρων καὶ πωλεῖν ὕδατα οἷς βούλεται, ἐξουσίας τῷ μεμισθωμένῳ οὔσης ποτίζειν ἃ ἐὰν βούληται ἐδάφη καὶ οὓς ἐὰν βούληται ποτισμοὺς ἐκ τῆς μηχανῆς καὶ τῶν ὑδρευμάτων, ἐξόντος τῷ μεμισθωμένῳ κατʼ ἔτος ἀναβαλεῖν εἰς τὸ κτῆμα ὃν ἐὰν βούληται χοῦν ἐκ τῆς ἐξ ἀπηλιώτου τοῦ κτήματος διώρυγος, ἐν ᾗ ἐστιν ὁ ἰτεών. τῷ δʼ ἐσχάτῳ ἐνιαυτῷ δαπανήσει ὁ μεμισθωμένος ἰδίαις αὐτοῦ δαπάναις εἰς χωφορίαν τοῦ κτήματος καὶ εἰς τιμὴν κόπρου κω…

---

Documentary Papyri, P.Ross.Georg. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ross.georg;2.
