# P.Ryl. 2 111

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/111
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/111

… … ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος τρίτου καὶ εἰκοστοῦ ἔτους, βʼγ ἔτους, θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφὴν ἐμαυτὸν … καὶ τὴν ὁμοπάτριον καὶ ὁμομήτριόν μου ἀδελφὴν …μάριον ἐτῶν ι ἄσημον καὶ τὴν νυνὶ γυναῖκά μου … μετὰ τῶν ἐξ ἀμφοτέρων τέκνων Τρυφαίνης … Νικήφορον ἐπικεκλημένον Ἅρπαλον … ἐτῶν … ἄσημον καὶ Ἰσίακον τὸν καὶ Ἀμούλην μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν … ἄσημον καὶ Εὐδαιμονίδα ἐτῶν θ ἄσημον καὶ … ἀναγεγραμμένον τῷ θ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου Σεκεννεβτυνίου, νυνὶ δὲ μετάβασιν ποιούμενον ἐπʼ ἀμφόδου Διονυσίου Τόπων, καὶ τὴν τούτου γυναῖκαν … ἀναγεγραμμένην τῷ θ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου Ἀπολλωνίου … καὶ ἐξ ἀμφοτέρων τέκνα … ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν η καὶ Διόσκορον … Καλοκαίρου δοῦλος Ἡρωίδος τῆς Ἁρποκρατίωνος … ἀναγεγραμμέν ἐπʼ ἀμφόδου Διονυσίου Τόπων καὶ ἐξ ἀμφοτέρων … ὁμοίως ἐτῶν δ καὶ Ἥρων Ἥρωνος …ραν ἐτῶν κθ καὶ Τασουχάριον ἄλλην … νυνὶ δὲ μετάβασιν ποιουμένην ἐπὶ τοῦ προκειμένου ἀμφόδου … καὶ … ς ἐτῶν να ἄσημον ἀναγεγραμμένον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καὶ τὴν τούτου γυναῖκα … ἀναγεγραμμένην τῇ τοῦ θ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου Διονυσίου Τόπων καὶ ἐξ ἀμφοτέρων θυγατέρας …

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
