# P.Ryl. 2 153.r.1-22

Documentary Papyri, P.Ryl. 2, 153.r.1 to 153.r.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/153.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/153.r.1

… …ο…απα… …ς κατʼ ἔτος ἐφʼ ὃν …ς ὁ Μάξιμος ἐπιζήσῃ μοι χρόνον … πυροῦ ἀρτάβας δέκα καὶ τῷ … τῷ αὐτῷ ἀπελευθέρῳ …ω ἐπιμένοντι ὡς προγέγραπται τῇ πατρίδι μου κατʼ ἔτος ἐφʼ ὃν καὶ αὐτὸς ἐπιζήσῃ μοι χρόνον ὑπὲρ μὲν τροφίων ὁμοίως πυροῦ ἀρτάβας δέκα ὑπὲρ δὲ ἱματισμοῦ καὶ παντὸς λόγου ἀργυρίου δραχμὰς … παραβάλλοντα ἐν ταῖς ἐπισήμοις τοῦ ὄρους ἡμέραις εἰς τὸν τάφον μου τὸν ἐπὶ τῆς ἄμμου τοῦ Σαραπιείου τοῦ ἐπὶ τῆς Ἑρμοῦ πόλεως ποιοῦντα τὰ νενομισμένα τοῖς κατοιχομένοις. ἕξει δὲ ὁ αὐτὸς ἀπελεύθερος … ἐφʼ ὃν περίεστι χρόνον ἀκωλύτως ἄνευ ἐνοικίου οἴκησιν καὶ χρῆσιν οὗ νῦν ἔχει τόπου ὄντος ἐπὶ τοῦ … τῆς τετραστέγης τῆς ὑπαρχούσης μοι οἰκίας καινῆς καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν Ἑρμοῦ πόλει ἐφʼ ἀμφόδου Φρουρίου Λιβὸς, καὶ ἡ προγεγραμμένη τε γυνή μου Κλαυδία Λεοντὶς καὶ ὁ φίλος μου Μάξιμος Ἑρμείου καὶ ἡ ὁμομητρία μου ἀδελφὴ Ἀλίνη Σαραπίωνος καὶ ὁ κατὰ μητέρα μου ἀνεψιὸς Ἀχιλλεὺς Σαβουρίωνος τοῦ Ἀπολλωνίου καὶ αὐτὸς εὐνοήσας ἐμαυτῷ καὶ τῷ πατρί μου Ἀμμωνίῳ ἐν πολλοῖς καὶ ὑπηρετήσας πράγμασι ἡμῶν καὶ ὠφέλιμος ἡμῖν γενόμενος παρὰ τὴν ἡμῶν εἰς τοὺς ἔξω τόπους ἀποδημίαν καὶ πατρί μου Ἀμμωνίῳ ἐπιδημήσαντι τῇ ἰδίᾳ, ᾧ πολλὴν χάριν οἶδα, ἕξουσιν σὺν τοῖς τοῦ αὐτοῦ ἀνεψιοῦ μου Ἀχιλλέως ἰδίοις πᾶσι καὶ τῷ κληρονόμῳ μου τὴν τῶν λοιπῶν τόπων πάντων καὶ τῶν χρηστηρίων τῆς αὐτῆς καὶ προκειμένης οἰκίας καινῆς καὶ αὐλῆς οἴκησιν καὶ χρῆσιν ἐφʼ ὃν περίεισιν χρόνον ἀκωλύτως ἄνευ ἐνοικίου. κληρονόμον δὲ τῶν ἐμῶν πάντων ὧν τε νῦν ἔχω καὶ ὧν ἐὰν ἐπικτήσωμαι ἢ προσγένηταί μοι καθʼ ὁνδηποτοῦν τρόπον καὶ πρὸς πᾶν εἶδος καὶ ἧς ἐὰν ἀπολείπω ἐνδομενίας πάσης καὶ ἀποθέτων καὶ ἄλλων καὶ τῶν ὀφειλομένων μοι ἢ καὶ ὀφειληθησομένων ἀποδείκνυμι τὸν ἀφήλικά μου υἱὸν Ἑλλάνικον ἐκ μητρὸς τῆς προγεγραμμένης Κλαυδίας Λεοντίδος ὃν κατέλιψα ἐν Ζμύρνῃ τῆς Ἀσίας παρὰ τροφῷ θηλάζοντα, οὗ καὶ καθίστημι ἐπιτρόπους ἄχρι οὗ γένηται τῆς ἐννόμου ἡλικίας ὅταν μετὰ ταύτην τὴν ἡλικίαν δόξῃ αὐτῷ παραγένεσθαι εἰς Ἑρμοῦ πόλιν οὓς οἶδα ἐπιτηδείους καὶ ἀξίους τῆς ἐπιτροπῆς τοὺς προγεγραμμένους Μάξιμον Ἑρμαίου φίλον μου καὶ Ἀχιλλέα Σαβουρίωνος ἀνεψιόν μου ἐπὶ τῷ αὐτοὺς τρέφειν καὶ ἱματίζειν τὸν προγεγραμμένον μου υἱὸν καὶ κληρονόμον ὡς ἐὰν αὐτοὶ δοκῶσι χορηγοῦντας καὶ διδόντας τοῖς προγεγραμμένοις ὅσα ἑκάστῳ ἠθέλησα δοθῆναι ὡς πρόκειται ἄχρι οὗ ὁ υἱός μου

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
