# P.Ryl. 2 156

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/156
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/156

… …αν τοὺς ὑπάρχοντας αὐτοῖς … … ἐπὶ τοῦ πρὸς Ὀξυρύνχων πόλει Σαραπείου ἐν λαύρᾳ Ἱππέων παρεμβολῆς … …νει κοινῶς ἐξ ἴσου ἥμισυ μέρος τῶν μεμετρημένων …υτο νότου Σαραπίωνος καὶ δημοσία ῥύμη βορρᾶ … Διονύσιον καὶ Σαραπίωνα καὶ Ἔρωτα ἐπὶ τὸ αὐτὸ εἰς τὰ ἑαυτῶν … ἐν οἷς καμάρα ὧν μέτρα βορρᾶ ἐπὶ νότον μέχρι … …α ἐπὶ νότον πήχεις εἴκοσι δύο δίμοιρον δωδέκατον λιβὸς ἐπʼ ἀπηλιώτην … τὰ αὐτοῖς ἐπιβάλλοντα μέρη ὡς προσεσήμανται τοὺς λοιποὺς τόπους … τοῦ ἀπὸ νότου μέρους οὗ κεκλήρωνται οἱ περὶ τὸν Ἡρώδιον πύργου ἐνη… … πήχεις δέκα τέσσαρες τρίτον τετρακαιεικοστόν , τῆς δὲ δευτέρας σφραγῖδος … δίμοιρον ἕκτον δωδέκατον λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα … … τοῦ ἐπὶ βορρᾶ μέρους τῆς δευτέρας σφραγῖδος λιβὸς δὲ ὧν κεκλήρωνται … λιβὸς ἐπʼ ἀπηλιώτην ἀρξάμενοι ἀπὸ τῆς λιβικῆς γωνίας τοῦ πύργου πήχεις πέντε τρίτον … καὶ μὴ ἐπιβληθῇ τῷ Ἔρωτι εἰς τὸ ἑαυτοῦ δέκατον μέρος οἰκίας … καὶ διαιρῶνται οὓς κεκλήρωνται ὡς πρόκειται τόπους ἕξει ὁ Ἔρως … ἀπὸ τοῦ νῦν ἕκαστον τῶν ὁμολογούντων σὺν τοῖς παρʼ αὐτοῖς κρατεῖν … ὧν λελόγχασι ἐπὶ τὸν ἀεὶ χρόνον καὶ χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν … μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι ἀλλήλοις μηδὲ τοῖς παρʼ αὐτῶν … ἀπὸ τοῦ βελτίστου γεγενημένου μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς … ἄκυρον εἶναι ἔτι δὲ καὶ ἐκτίνειν τὸν παραβάντα τι τούτων ἢ … …χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἥσσον τὴν διαίρεσιν κυρίαν μένειν. …σταδημου Σι… Ἰουνίου … μετὰ κυρίου τοῦ αὐτοῦ … … ἀδελφῶν αὐτῆς καθότι πρὸς ἀλλήλους … Σαραπίων καὶ Διονύσιος ἀμφότεροι Σαραπίωνος … ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ βραδύτερον γράφειν … Τα …ευ… Ἥρωνος πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Ἀπολλώνιος … ἐπιγέγραμμαι τῆς μητρὸς κύριος. Διονύσιος Λέοντος ἔγραψα … πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. …ς γέγραφα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. … Ἔρως … πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Λεοντᾶς Λέωνος γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. … πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Θαμούνιον … ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. … … εἰκονισμοί· Σαραπίων ὡς ἐτῶν λθ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὑπὸ γένειον. Διονύσιος ὡς ἐτῶν λ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ. Ἡλιόδωρος ὡς ἐτῶν λε μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ ἐκ δεξιῶν. Λέων ὡς ἐτῶν ιθ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὀφρύι δεξιᾷ. Θαμούνιον ἐτῶν κ μέση μελίχρως μακροπρόσωπος ἄσημος.

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
