# P.Ryl. 2 166

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/166
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/166

Γαίωι Ἰουλίωι Ἀμαράντωι παρὰ Ὀρσενούφιος πρεσβυτέρου τοῦ Ἀφροδισίου τῶν ἀπὸ Εὐημερίας τῆς Θεμίστου μερίδος. βούλομαι μισθώσασθαι εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ τῶν ὑπαρχόντων Γαίῳ Ἰουλίῳ Ἀλεξάνδρου …σβ…ς περὶ τὴν αὐτὴν κώμην ἐδαφῶν κλῆρον ἀρούρας τρεῖς ἐπὶ τοῦ πέμπτου γύου ὧν γείτονες νότου Εὐάνδρου τοῦ Πτολεμαίου ἐδάφη βορρᾶ δημοσία λιβὸς τοῦ αὐτοῦ Εὐάνδρου ἐδάφη ἀπηλιώτου γύη δημοσία ἀνὰ μέσον οὔσης διώρυγος, ἐφʼ ᾧ τελέσω ἐκφόριον κατʼ ἔτος ἑκάστης ἀρούρης σὺν ᾗ λήμψομαι σπερμάτων πυροῦ δρόμου ἀρτάβῃ μιᾷ πυροῦ ἀρτάβας ἓξ ἡμίσειαν μέτρῳ δρόμῳ τῷ πρὸς τριάκοντα τρεῖς ἕκτον χαλκῷ ἔπαιτον καὶ προσμετρούμενα ἐπὶ ταῖς ἑκατὸν ἀρτάβαις ἀρτάβας δύο καὶ τοῦ παντὸς κατʼ ἔτος θαλλὸν ἀρτάβην μίαν καὶ ἀλέκτορα ἕνα . τὰ δὲ γεωργικὰ ἔργα πάντα ἄξω καὶ ἐπιτελέσω κατʼ ἔτος, τὰ δὲ κατʼ ἔτος ἐκφόρια ἀποδώσω ἀεὶ τῷ Παῦνι μηνὶ ἐν τῇ κώμῃ νέα καθαρὰ τῆς μετρήσεως γεινομένης ὑπʼ ἐμοῦ ἐκ δικαίου, καὶ πάντα ποιήσω καὶ τελέσω ἀκολούθως τοῖς ἕως τοῦ δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τετελεσμένοις, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν κλῆρον καθαρὸν ἀπὸ χέρσου ἀγρώστεως δείσης πάσης, ἐὰν φαίνηται ἐπὶ τούτοις μισθώσασθαι. εὐτύχει. Γαίος Ἰούλιος Ἀμαράντου συνχωρῶ ἐπὶ τοῖς προκειμένοις. ἔτους ιγ Τιβερίου Καίσαρος Σεβαστοῦ Χοίακ ε.

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
