# P.Ryl. 2 167

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/167
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/167

Κάστορι Ἀσκληπιάδου παρὰ Σερᾶτος τοῦ Σεραπίωνος. βούλομαι μισθώσασθαι σὺν τῇ γυναικί μου Ταπεθεῦτι Φιλοξένου εἰς ἔτη δύο ἀπὸ μηνὸς Σεβαστοῦ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ τὸ ὑπάρχον Ἀσκληπιάδῃ Πτολεμαίου ἐν Εὐημερείᾳ μυλαῖον ἐνεργὸν ἐν ᾧ μύλοι Θηβαικοὶ τρεῖς σὺν κώπαις καὶ τραπέζαις καὶ ὅλμοι δύο καὶ τὰ λοιπὰ χρηστήρια καὶ τὰ ὄντα ὕπερα φόρου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα καὶ θαλλῶν κατʼ ἔτος ἄρτων ἡμιαρταβίου καὶ ἀλέκτορος, τῶν δʼ ὑπὲρ τοῦ μυλαίου δημοσίων τοῦ πελωχικοῦ ὄντων πρὸς σὲ τὸν Κάστορα τοῦ δὲ ὑποκειμένου καὶ τετάρτης ἀρτοπωλῶν ὄντων πρὸς ἐμέ. τὸν δὲ κατʼ ἔτος φόρον ἀποδώσω ἀεὶ διὰ τετραμήνου τὸ αἱροῦν ἔμμηνα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ μυλαῖον καὶ τὰ ἐν αὐτῷ ἐκ τῆς τρίψεως, ἐὰν φαίνηται ἐπὶ τούτοις μισθῶσαι. εὐτύχει. Σερᾶς ὡς ἐτῶν με οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους δ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ Σεβαστῇ γ.

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
