# P.Ryl. 2 174

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/174
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/174

ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου Φαῶφι κϛ, ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρακλοῦς Ἀμμωνίου ὡς ἐτῶν ἑξήκοντα ἓξ οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ υἱοῦ Σαβείνου Διδᾶ ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ μετώπῳ μέσῳ Τασουχαρίῳ Πετερμούθεως τοῦ Ποσειδωνίου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ γενείῳ μέσῳ καὶ φακὸς παρὰ ῥινὶ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ υἱοῦ Ἰσιδώρου τοῦ Ἀσκληπιάδου ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴ … ἐξ ἀριστερῶν ἀπέχειν τὴν Ἡρακλοῦν παρὰ τῆς Τασουχαρίου διὰ τῆς Ἁρποχρατίωνος τραπέζης Ταμείων ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας δεκάδυο ἃς ὤφειλεν αὐτῇ ἡ Τασουχάριον κατὰ δάνειον τελειωθὲν διὰ τοῦ αὐτοῦ γραφείου καὶ διεκβολὴν τῆς Σαραπίωνος τραπέζης … πρώτῳ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ … καὶ εἰκάδι, ἃ καὶ ἀναδεδόσθαι αὐτῇ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὴν Ἡρακλοῦν μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὴν Τασουχάριον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς μήτε περὶ ὧν ἀπέχει ὡς πρόκειται ἀργυρίου δραχμῶν χιλίων ἑξακοσίων δεκάδυο μηδὲ περὶ τόκων αὐτῶν διὰ τὸ καὶ τούτους αὐτὴν ἀπεσχηκέναι μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μηδὲ ὀφειλήματος μηδὲ μηδενὸς τῷ καθόλου ἐνγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί· καὶ συνχωρεῖ ἡ Ἡρακλοῦς ἄκυρον εἶναι κατὰ πάντα τρόπον ἣν πεποίηται ἡ Τασουχάριον διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἑκούσιον κατοχὴν τοῦ ὀνόματος αὐτῆς εἰς τὸν τῆς Ἡρακλοῦτος λόγον, ὅπερ καὶ τῆς κατοχῆς ὑπόμνημα ἀναδεδόσθαι αὐτῇ ὁμοίως εἰς ἀκύρωσιν. τὰ προγεγραμμένα κύρια. Ἡρακλοῦς Ἀμμωνίου μετὰ κυρίου τοῦ υἱοῦ Σαβίνου τοῦ Διδᾶ ἀπέχω παρὰ τῆς Τασουχαρίου διὰ τῆς Ἁρποχρατίωνος τραπέζης Ταμίων τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας δεκάδυο ἃς ὤφειλέ μοι κατὰ τὸ δηλούμενον δάνειον καὶ διεκβολήν, ἃ καὶ ἀναδέδωκα εἰς ἀκύρωσιν καὶ οὐκ ἐπελεύσομαι οὔτε περὶ ὧν ἀπέχω οὔτε περὶ τόκων αὐτῶν οὔτε περὶ ἄλλου οὐδενὸς ἁπλῶς ἐνγράπτου οὐδὲ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί, καὶ συνχωρῶ ἄκυρον εἶναι ἣν πεποίηται ἡ Τασουχάριον κατοχὴν τοῦ ὀνόματος αὐτῆς καθὼς πρόκιται. Σαβῖνος ἔγραψα καὶ ὑπὲρ τῆς μητρός μου μὴ εἰδυίης γράμματα. Τασουχάριον Πετερμούθεως μετὰ κυρίου τοῦ υἱοῦ Ἰσιδώρου τοῦ Ἀσκληπιάδου, γέγονεν εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. Ἰσίδωρος ἔγραψα καὶ ὑπὲρ τῆς μητρός μου μὴ εἰδυίης γράμματα. ἔτους ιϛ μηνὸς Φαῶφι β. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
