# P.Ryl. 2 181

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/181
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/181

Σαραπίων καὶ Ἑρμῆς ὁ καὶ Μάρκουλλος ἀμφότεροι Ἑρμοῦ καὶ ὁ τούτων ὁμομήτριος ἀδελφὸς Ἀχιλλεὺς Πολυδεύκους ἀφῆλιξ οἱ τρεῖς υἱοὶ καὶ κληρονόμοι Οὐικτωρείνας καὶ ὁ αὐτὸς ἀφῆλιξ Ἀχιλλεὺς διὰ τοῦ πατρὸς Πολυδεύκους, οἱ τέσσαρες Ἑρμοπολεῖται, Ἑρμῇ καὶ …ίωνι καὶ … τοῖς τρισὶ μητραδέλφοις ἡμῶν ἐκ πατρὸς Διογένους κοσμητεύσαντος τῆς αὐτῆς Ἑρμοῦ πόλεως χαίρειν. ἐπεὶ ὁ πατὴρ ὑμῶν Διογένης Ἑρμαίου ἡνίκα περιῆν ἠθέλησεν καθὼς τὸ γράμμα τῇ μητρὶ ἡμῶν αὐτοῦ δὲ θυγατρὶ Οὐικτωρείνᾳ ἔτι ἀπὸ η ἔτους τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου αὐτῇ τε καὶ τοῖς ἐξ αὐτῆς ἐπὶ τὸν ἅπαντα χρόνον χορηγεῖσθαι ὑφʼ ὑμῶν τῶν υἱῶν χορήγιά τινα κατʼ ἔτος καὶ τελευτήσαντος τοῦ Διογένους ἐχορηγήσατε τὰ διὰ τοῦ γράμματος χορήγια μέχρι ιβ ἔτους, τελευτησάσης δὲ καὶ τῆς μητρὸς ἡμῶν Οὐικτωρείνας νῦν συνεφωνήσαμεν πρὸς ὑμᾶς ὥστε λαβεῖν ἀπότακτον ἀρτάβας κ ὑπὲρ διαλύσεως πασῶν τῶν χορηγιῶν τοῦ παντὸς χρόνου, ὁμολογοῦμεν αὐτόθι ἀπεσχηκέναι παρʼ ὑμῶν τὸ συμπεφωνημένον τῆς διαλύσεως τῶν αὐτῶν χορηγιῶν πασῶν τοῦ παντὸς χρόνου καὶ μὴ ἐνκαλεῖν ὑμῖν μηδὲ τοῖς παρʼ ὑμῶν μηδὲ ἐνκαλέσειν περὶ μηδενὸς ἁπλῶς ὀνόματος τῆς αὐτῆς χορηγίας ἐπὶ τὸν πάντα χρόνον τρόπῳ οὐδενὶ παρευρέσει οὐδεμιᾷ διὰ τὸ ἐντεῦθεν πεπεῖσθαι ἡμᾶς, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον πρὸς ὑμᾶς ἡμῶν ὀνόματι περὶ τῶν κατὰ τὴν χορηγίαν ἀποστήσειν ἀφʼ ὑμῶν … τοῦ λόγου …ι Πολυδεύκ … τὸν Ἑρμ… ἀποχὴ …τρ…

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
