# P.Ryl. 2 229

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/229
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/229

Ἀμμώνιος Ἀφροδισίωι τῶι φιλτάτωι χαίρειν. ἔγραψα ἐπιστολὴν πρὸς Ἡράκληον τὸν προβατοκτηνοτρόφον ἵνα δῷ σοι ὄνον, καὶ Ὠφελίωνι ἐνετειλάμην ἵνα καὶ αὐτὸς δῷ ἑτέραν καὶ τοὺς ἄρτους μοι πέμψηι. ἐπεὶ οὖν ἔπεμψάς μοι ἀρτάβας γ ἐρωτῶ σε ἐκ παντὸς τρόπου εὐθέως μοι πέμψαι τὰς ἄλλας ἀρτάβας γ καὶ τὸ ὀψάριον, ἐπεὶ ἐν πλοίῳ εἰμί. περὶ δὲ τῆς τροφῆς τῶν χοιριδίων καὶ τοῦ λοιποῦ τῆς τιμῆς τοῦ χόρτου πρόχρησον ἕως οὗ παραγένωμαι, δοκῶ γὰρ συναιρόμενος πρὸς σὲ λογάριον. παρεδεξάμην σοι πάντα. παρακάλεσον οὖν τὴν γυναῖκά σου τοῖς ἐμοῖς λόγοις ἵνα ἐπιμελῆται τῶν χοιριδίων· ἐπιμελοῦ δὲ καὶ τοῦ μόσχου. πάντως δέ, Ἀφροδίσιε, τοὺς ἄρτους μοι πέμψον καὶ τὸ ὀψάριον, ἐὰν δὲ θέλῃς γράψον μοι τίνι δῶ εἰς τὸν χόρτον καὶ εἰς τροφὴν ἄλλας δραχμὰς κ. ἔρρωσο. ἔτους β Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ κϛ. Ἀφροδισίωι ἐπιστάτῃ.

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
