# P.Ryl. 2 81

Documentary Papyri, P.Ryl. 2, P.Ryl. 2 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-2/81
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-2/81

… … ἐν τῷ Ποιμενικῷ ποταμῷ Ἐπὶφ ιδ. κόλλημα ξγ τόμος θ ἔτους ι Ἐπὶφ ιζ. Θέων αἰγιαλοφύλαξ Κλαυδίωι Ἐράσωι στρατηγῷ Θεμίστου μερίδος χαίρειν. αἱ τῶν …νων θύραι, ὡς οἶδας, ἐπὶ παρόντος σοῦ ἐφʼ ὅσον οἱ κατασπορεῖς ἤθελον ἐβαστάχθησαν, καὶ γὰρ σχεδὸν πᾶσαι ἀφʼ ὕδατος εἰσί, ὥσπερ οἶδας· τὴν γὰρ ὅλου τοῦ πράγματος ἐξουσίαν τοῖς κατασπορεῦσι ἐπεθέμην, διὰ σοῦ αὐτοῖς παρανγείλας ἵνʼ ὅσου ἐὰν χρείαν ἔχωσι ὕδατος ἑαυτοῖς ἐπιχαλῶσι, καὶ σὲ δὲ παρεκάλεσα διὰ τοῦ … ἑκατοντάρχου Ἰουλίου Σ… ἵνʼ ἐὰν ἐκεῖνοι εἴς τινα κώμην ἔκδειαν ὕδατος ἔχωσι …ν αὐταῖς …ο … … εὐθέως βαστάζειν …ζω… μέρη ἐνεστ…ς τὸν τῆς Ἀπιάδος κωμογραμματέα ἐντετευχότα σοι ἵνα πλείονα ὑδάτια τοῖς πεδίοις τῆς κώμης ἐπιχαλασθῇ, τοῦ κατασπορέως …ων ἐν τῇ κώμῃ ὄντος καὶ ὀφείλοντος, ἐπεὶ πάρεστιν αὐτῷ ὕδατος χρεία, μεμνῆσθαί μου τῆς γενομένης αὐτῷ ἐντολῆς παρόντος σοῦ ἀνελθεῖν ἵνʼ ὅσον θέλῃ ὕδωρ ἑαυτῷ ἐπιχαλάσῃ ἢ διαπέμψηταί τινα, ἐκ τούτου δὲ φανερόν ἐστιν καὶ μηδένα χρῄζειν, οὐδὲ γάρ τις τῶν γεωργῶν περὶ τούτου σοι ἐνέτυχε μέχρι τούτου ὡς… γεωργία βραδύτερον …αρχοντο…μιν … εὐθέως …

---

Documentary Papyri, P.Ryl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;2.
