# P.Ryl. 4 572

Documentary Papyri, P.Ryl. 4, P.Ryl. 4 572. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/572
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/572

… στρατηγῶι χαίρειν. … εἰσάγοντας …ει τῶν δικαστηρίων … τοὺς νομοφύλακας … τυγχάνομεν … τον η τε …θωσειν … τοὺς ἐν τῶι ὑπό σε νομῷ συναλλάγματα Αἰγύπτια γράφοντας ἐκ γραμματοδιδασκάλων προς … πλεῖον τοῦ καθήκοντος πράττωνται ἑκάστης συγγραφῆς … επι…ρ… …υσαι τοὺς … ἐκ Φαρβαίθων κώμης …δω …κου … …ρσιν … …θετερα τ… …τησαντος … ἀδικεισθεὶς τινας …μενων τῶν …ατην τ… …ι. καλῶς ἔχειν … ἐπιτηδείων …νοιαι … κρινομένην ἵνα ἐπιτήδειοι προχειρισθῶσιν καὶ συγκριθῶσι γράφειν τὰ συναλλάγματα ταῦτα κατὰ τὸν τῆς χώρας νόμον, γενέσθαι δὲ τὸν προχειρισμὸν αὐτῶν διὰ τῶν ἐπιστατῶν τῶν ἱερῶν καὶ τῶν ἀρχιερέων καὶ τῶν λαοκριτῶν. ἵνα δὲ μὴ πλεῖον πράττωνται οἱ ἄνθρωποι τοῦ καθήκοντος στῆσαι δεῖ τὸν μέτριον μισθὸν ἑκάστης συγγραφῆς. καλῶς οὖν ποιήσεις συνεδρεύσας μετὰ τοῦ ἐπιστάτου καὶ τοῦ ἐπιστάτου τῶν φυλακιτῶν καὶ οἰκονόμου καὶ τοῦ βασιλικοῦ γραμματέως καὶ μεταπεμψάμενος τοὺς ἐν τοῖς κάτω τόποις ἐπιστάτας τῶν ἱερῶν καὶ ἀρχιερεῖς καὶ λαοκρίτας καὶ ἐπιλαβὼν παρʼ αὐτῶν γραφὴν τῶν ἐπιτηδείων γράφειν καὶ ὅσον ἱκανὸν ἴσως καθʼ ἕκαστον … ον …τα πε… τοὺς ἀνθρώπους …αφει τῶν ἐν τούτοις ἀδικημάτων. ἵνα τοίνυν μὴ πλεῖον πράττωσι …κοτας τῶν ὑποτεταγμένων γραφείων ἑκάστου συναλλάγματος καὶ …υ ἐπιμελέστερον λαβὲ παρʼ αὐτῶν χειρογραφίαν ὅρκου βασιλικοῦ μὴ πράξειν παρευρέσει ἡιτινιοῦν μηδʼ ἑτέρωι ἐπιτρέπειν ἀπὸ τοῦ εἴδους τούτου παραλογεῖν … μήτε εἰς τὸ βασιλικὸν μήτε κατʼ ἄλλον μηθένα τρόπον. οἷς ἂν συνιστορήσης τοιοῦτο τι πεπραχόσι παραχρῆμα διασαφήσειν ἡμῖν καὶ ὅσʼ ἂν οἰκονομήσηις γράψον ἡμᾶς, εὐθέως δὲ καὶ τὰ ὀνόματα τῶν προχειρισθησομένων κατὰ τὸν νόμον ὑπόταξον. ζήτησον ἵνα δὲ καὶ οἱ ἰδιῶται σσυστιαντας μὴ πλεῖον τάσσωνται τοῦ ὡρισμένου … ἱερῶν … ἐν αἷς … γράφησαν τὸ ὡρισμένον τίμημα ἐὰν πλεῖον ἐπιχειρῆι τις πράττειν ἐμφανίζωσιν παραχρῆμα οἱ ἰδιῶται …νκ… … ἐπιστάτας … … τῶν κ…

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
