# P.Ryl. 4 581

Documentary Papyri, P.Ryl. 4, P.Ryl. 4 581. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/581
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/581

ἔτους κθ Φαμενὼθ ια ἀπέδοτο Ἰσίδωρος Θέωνος ὃς καὶ Φαῆσις Τεῶτος τὸν ὑπάρχοντα αὐτῶι περιστερῶνα καὶ τοὺς προσόντας ψιλοὺς τόπους τοὺς ὄντας ἐν τῶι ἀπὸ βορρᾶ καὶ λιβὸς μέρει Παθύρεως. ἐπρίατο Ὧρος Νεχούθου βασιλεύοντος Πτολεμαίου τοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετίδων ἔτους μθ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν … Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαΐδι τῆς Θηβαΐδος, μηνὸς Φαμενὼθ ια, ἐν Κροκοδίλων πόλει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου τοῦ περὶ Θήβας. ἀπέδοτο Ἰσίδωρος Θέωνος ὃς καὶ Φαῆσις Τεῶτος Πέρσης τῶν ἐκ Κροκοδίλων πόλεως μισθοφόρων ἱππέων … Παθυρ … ὡς ἐτῶν ν μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν ὑποχαροπὸς τὸν ὑπάρχοντα αὐτῶι περιστερῶνα … γεγονισμένον κοχλιῶν δεκαδύο καὶ τοὺς προσόντας ψιλοὺς τόπους τοὺς ὄντας ἐν τῆι ταινίαι καὶ λιβὸς μέρει Παθύρεως ὧν γείτονες νότου οἰκίαι Ὥρου τοῦ ὠνουμένου, βορρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς ῥύμη βασιλικὴ ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούθου Πέρσης ὡς ἐτῶν λε μέσος μελίχρως ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ὦς ἀριστερὸν τετρημένον. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ἰσίδωρος ὃς καὶ Φαῆσις ὁ ἀποδόμενος ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἡλιόδωρος κεχρημάτικα.

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
