# P.Ryl. 4 583.Fr1rint.1-19

Documentary Papyri, P.Ryl. 4, 583.Fr1rint.1 to 583.Fr1rint.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/583.Fr1rint.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/583.Fr1rint.1

βασιλευόντων Πτολεμαίου καὶ Πτολεμαίου τοῦ ἀδελφοῦ καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους πρώτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ ἐνάτηι, Φαῶφι ἐνάτηι ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοείτου. ἐμίσθωσεν Νικόμαχος Φ… αδου Ἁλικαρνασσεὺς διάδοχος τοῦ πατρικοῦ κλήρου τὸν ὑπάρχοντα Κράτητι Φειδίμου Ἀρσινοείτηι Ἀπολλωνίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς ἀπὸ Λυκίας τῶν κατʼ αὐτοὺς Παμφύλων τακτομίσθωι ἀμπελῶνα ὕφαμμον περὶ τὴν αὐτὴν Φιλαδέλφειαν ὅς ἐστιν ἀρουρῶν ἓξ ἢ ὅσαι ἐὰν ὦσιν εἰς τὸ πρῶτον ἔτος ἐπὶ μέρει τρίτωι τῶν ἐσομένων ἐν τῶι ἀμπελῶνι τούτωι καρπῶν πάντων καὶ γενημάτων ἐφʼ ὧι οἰνοποιηθέντων πάντων τῶν καρπῶν καὶ ἀφαιρεθείσης τῆς καθηκούσης ἀπομοίρας εἰς τὸ βασιλικὸν καὶ πατηταῖς καὶ μισθοῦ λήνου καὶ κατὰ μῆνα τῆς ὀπώρας ἀποδιδομένου εἰς τὸν γεωργικὸν θίασον ἡμικαδίου τὸ καταλειπόμενον γλεῦκος διελόμενοι μέρη τρία λήψεται τὰ μὲν δύο μέρη Νικόμαχος, τὸ δὲ τρίτον Ἀπολλώνιος, κέραμον δὲ ἕκαστος ἑαυτῶι χορηγείτω καὶ τὸν εἰς τὴν ἀπόμοιραν καθήκοντα κατὰ τὸ ἐπιβάλλον μέρος τῆς μισθώσεως, τὸν δὲ κέραμον ἕκαστος ἑαυτῶι καταφερέτω εἰς τὴν λῆνον καὶ τὸ γλεῦκος ἕκαστος ἑαυτῶι ἀναφερέτω, τὴν δὲ ἀπομοίραν α…αρ…τ…ωι… … κομισάμενος …ν…α…ο παρὰ λήνου αὐτὸς …γραψάτω, τὴν … καὶ εἰς τὸ βασιλικὸν ἐκ τοῦ ἰδίου … …ν…νπε…της κλη…ωρισα…ιτην καὶ τοὺς καθήκοντας ποτισμοὺς καὶ τὴν φυλακὴν τῶν καρπῶν … …δος ἐπιμήνιον ἐπιτελείτω Ἀπολλώνιος ἀπὸ τοῦ προγεγραμμένου χρόνου μέχρι τοῦ ἀποκαταστήσασθαι τοῖς ἰδίοις ἀναλώμασιν ὡς συμφέρει τῶι τε ἐδάφει καὶ τῆι ἀμπέλωι, τὴν τομὴν τῆς ἀμπέλου ποιούμενος μέσην καὶ δικαίαν καὶ τὰ ἀμπελικὰ τῶν νέων ἐργασάσθω ὡς καθήκει καὶ παρεχέσθω τὸ ἔδαφος τοῦ χωρίου καθαρὸν ἀπὸ ἀνατολῶν καὶ θρύου καὶ καλάμου καὶ ἀγρώστεως καὶ κιναίου καλάμου καὶ τῆς ἄλλης δίσης ἐκριζῶν πλὴν τῆς χέρσου τῆς ἐντὸς τῆς ἀποσκαφῆς καὶ παρεχέσθω τὰς ἀποσκαφὰς διωρυγμένας καὶ καθαρὰς καὶ περιπεφραγμένον τὸ χωρίον καὶ ἀναψάτω τοὺς ὀμβριστῆρας καὶ τὴν ἄφεσιν φραξάτω πρὸς τὸν ς… καὶ εἰσαγέτω αὐτὴν πρὸς τοὺς ποτισμοὺς τοῦ τε κατὰ τὴν συγγραφὴν χρόνου διελθόντος παραδειξάτω τὸ ἔδαφος τοῦ χωρίου καθαρὸν καὶ ἀποσκαφὰς καθαρὰς καθὰ διασεσάφηται. ἐὰν δὲ μὴ παραδείξηι ἢ μὴ ἐπιτελῆι ἕκαστα τῶν ἔργων κατὰ καιρὸν ἢ λίπηι τὴν μίσθωσιν ἀποτεισάτω τῶν μὲν ἔργων ὧν ἂν μὴ ἐπιτελῆι κατὰ

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
