# P.Ryl. 4 583.Fr2rext.60-82

Documentary Papyri, P.Ryl. 4, 583.Fr2rext.60 to 583.Fr2rext.82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/583.Fr2rext.60
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/583.Fr2rext.60

ποιούμενος μέσην καὶ δικαίαν καὶ τὰ ἀμπελικὰ τῶν νέων ἐργασάσθω ὁ Ἀπολλώνιος ὡς καθήκει καὶ παρεχέσθω τὸ ἔδαφος τοῦ χωρίου καθαρὸν ἀπὸ ἀνατολῶν καὶ θρύου καὶ καλάμου καὶ ἀγρώστεως καὶ κιναίου καλάμου καὶ τῆς ἄλλης δίσης ἐκριζῶν πλὴν τῆς χέρσου τῆς ἐπὶ τῶι …ενωι ὑποδοχίωι, τὸν δὲ θῖνα τὸν ἐντὸς τῆς ἀποσκαφῆς μεταβαλέτω καὶ παρεχέσθω τὰς ἀποσκαφὰς διωρυγμένας καὶ καθαρὰς καὶ περιπεφραγμένον τὸ χωρίον καὶ ἀναψάτω τοὺς ὀμβριστῆρας καὶ τὴν ἄφεσιν φραξάτω πρὸς τὸν …καὶ εἰσαγέτω αὐτὴν πρὸς τοὺς ποτισμοὺς τοῦ τε κατὰ τὴν συγγραφὴν χρόνου διελθόντος παραδειξάτω τὸ ἔδαφος τοῦ χωρίου καθαρὸν καὶ τὰς ἀποσκαφὰς καθαρὰς καθὰ διασεσάφηται. ἐὰν δὲ μὴ παραδείξηι ἢ μὴ ἐπιτελῆι ἕκαστα τῶν ἔργων κατὰ καιρὸν ἢ λίπηι τὴν μίσθωσιν ἀποτεισάτω τῶν μὲν ἔργων ὧν ἂν μὴ ἐπιτελῆι κατὰ καιρὸν τὸν στοχασθησόμενον ἔσεσθαι μισθὸν ἡμιόλιον καὶ τὸ βλάβος ὃ ἂν καταβλάψηι κατὰ τὸν χρόνον τοῦ λείπειν τὴν μίσθωσιν ἐπίτιμον ἀργυρίου τάλαντα δύο μεταβαλεῖν δὲ Ἀπολλώνιος ἐν τοῖς διαψίλοις μετόρχια πεντήκοντα τοῖς ἰδίοις ἀναλώμασιν καὶ μεταφυτευσάτω ἐν τῶι αὐτῶι ἔτει ἐν τῶι καθήκοντι … ὅταν δυναταὶ ὦσιν Νικομάχου … τὸν ὁλοκάλαμον. ἐὰν δὲ μὴ μεταβάληι ἀποτεισάτω ἑκάστου μετορχίου ὅταν μὴ ς…το ω…ν μεταφυτεῦσαι δραχμὰς χιλίας … ἐὰν μὴ στησ…νι… δραχμὰς εἴκοσι … ἐγλελογευμένον ὑπὲρ τῆς λήνου … ταξάσθω Ἀπολλώνιος ἐκ τοῦ ἰδίου. ἐὰν δὲ μὴ τάξηται ἀποτεισάτω ἡμιόλιον τῆσδε καὶ τὰ λα… ἐὰν δὲ ἦι οἶνος ἀπὸ ἀσταφίδος καὶ δευτέριος, ἔστω τὰ μὲν δύο μέρη Νικομάχου, τὸ δὲ τρίτον Ἀπολλωνίου ἑκάστου … τὰ δὲ ξύλα ακαλι…α δησάτω Ἀπολλώνιος. ἐὰν δὲ βούληται Νικόμαχος φύλακα ἐμβαλεῖν … τῶν καρπῶν ἐξέστω αὐτῶι, τό τε ὀψώνιον δώσει αὐτῶι Ἀπολλώνιος ἐκ τοῦ ἰδίου ἐργαζομένου αὐτοῦ τὰ καθήκοντα ἔργα καθότι καὶ οἱ λοιποὶ καταμήνιοι. ἐὰν δὲ μὴ εὐτακτῆι Ἀπολλώνιος τὸ ὀψώνιον ἀποτεισάτω … ἔχει δὲ Ἀπολλώνιος δόντος Νικομάχου ἀμὴν ἥν καὶ παρεῖχεν παρὰ τοῦ Κράτητος εἰς τὰ ἔργα τοῦ χωρίου τούτου ἣν καὶ παραδότω … ἐὰν δὲ ἐπειδὰν ἀποβῆι ἀπὸ τῆς μισθώσεως μὴ παραδῶι ἀποτεισάτω αὐτῆς τιμὴν ἣν ἂν κατομόσηι Νικόμαχος. ἐὰν δὲ συ…κινηι ἐπιβάλοι εγ…ιου ταξάσθω πάντων φόρον Νικομάχωι χαλκοῦ δραχμὰς … ἀπόμοιραν τοῦ πρώτου ἔτους. ἐὰν δὲ μὴ τάξηται, ἀποτεισάτω αὐτὰς ἡμιολίους, τὸν δὲ … … μετὰ τῆς Νικομάχου ἢ τοῦ ὑπὲρ αὐτοῦ γνώμης ὅταν καιρὸς ἦι. ἐὰν δέ τινες εὑρεθῶσι…

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
