# P.Ryl. 4 589.rFr49.98-589.rFr7.6

Documentary Papyri, P.Ryl. 4, 589.rFr49.98 to 589.rFr7.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/589.rFr49.98
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/589.rFr49.98

ἔτη μὲν εἴκοσι πέντε, μῆνες δὲ σὺν ἐμβολίμοις τριακόσιοι ἐννέα, ἡμέραι δὲ ἐνακισχίλιαι ἑκατὸν εἴκοσι πέντε. σημαίνει δὲ καὶ τοὺς κατὰ σελήνην μῆνας καὶ τούτων τίνες εἰσὶ πλήρεις καὶ τίνες κοῖλοι καὶ ποῖοι αὐτῶν ἐμβόλιμοι καὶ ἐν τίνι ζωιδίωι ἥλιος καθ' ἕκαστον μῆνα στήσεται. ὅταν διέλθηι τὰ εἴκοσι πέντε ἔτη πάλιν ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἥξει καὶ τὸν αὐτὸν τρόπον ἀλλάξεται. ἔστιν δὲ πρῶτον ἔτος τῆς περιόδου τὸ αὐτὸ τῶι πρώτωι ὡς βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος ὁ υἱὸς θεοὶ Ἐπιφανεῖς ἄγουσιν ἐν ὧι καὶ τὴν βασιλείαν παρελάβοσαν. ὁ δὲ ἥλιος καθέστη μῆνα ἕκαστον Θωὺθ Σκορπίωι … Παῶφι Τοξότηι … Ἁθὺρ Αἰγοκέρωι … Χοίαχ Ὑδροχόωι … Τῦβι Ἱχθύσι … Μεχεὶρ Κριῶι … Φαμενὼθ Ταύρωι … Φαρμοῦθι Διδύμοις … Παχὼν Καρκινωι … Παῦνι Λέοντι … Ἑπεὶφ Παρθένωι … Μεσορὴ Χηλαῖς … αἱ δὲ κατὰ σελήνην νουμηνίαι εἰσὶν ἔτους πρώτου … Θωὺθ κ ἡμέραι κθ Φαῶφι ιθ ἡμέραι λ Ἁθὺρ ιθ ἡμέραι λ Χοίαχ ιθ ἡμέραι κθ … Παχῶν … Παῦνι … Ἐπεὶφ … Μεσορὴ … Ἔτους δευτέρου … Θωὺθ ἡμέραι κθ… Φαῶφι ἡμέραι λ Παχὼν … Ἁθὺρ ἡμέραι λ Παῦνι … Χοίαχ ἡμέραι κθ Ἑπεὶφ … Τῦβι ἡμέραι λ Μεσορὴ … Μεχεὶρ ἡμέραι κθ Ἔτους τετάρτου … Φαμενὼθ ἡμέραι λ … Φαρμοῦθι ἡμέραι κθ … Παχὼν ἡμέραι λ … …ωι Ἑρμῆς … τι δι … …νω Δημήτηρ … …ος Ἥφαιστος … κατὰ σελήνην νουμηνι …

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
