# P.Ryl. 4 683

Documentary Papyri, P.Ryl. 4, P.Ryl. 4 683. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ryl-4/683
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ryl-4/683

ἐμίσθωσαν Αὐρήλιοι Τιῶρις καὶ Πανκολλαῦχις καὶ …υσᾶς καὶ Καροῦσις οἱ δ Πατο…χιος μητρὸς …αντήριος ἀπὸ κώμης Σκὼ Αὐρηλίῳ Σπαρτιάτῃ τῷ καὶ Χαιρήμονι γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ὀξυρύγχων πόλεως εἰς μόνον τὸ ἐνεστὸς β ἔτος τὰς ἀναγραφομένας εἰς αὐτοὺς περὶ Σκὼ βασιλικῆς οὔσας ἐν περιχώματι πολ… ἐν ἓξ τόποις ἐν μὲν ἑνὶ ἄρουραι γ καὶ ἐν ἄλλῳ ἄρουραι β 𐅵 καὶ ἐν ἄλλῳ ἀρούρης 𐅵 καὶ ἐν ἄλλῳ ἄρουραι γ 𐅵 καὶ ἐν ἄλλῳ ἀρούρης δ καὶ ἐν τῷ ἄλλῳ ἀρούρης 𐅵 τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας δέκα τέταρτον ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἂν αἱρῆται γένεσι χωρὶς ἰσάτεως καὶ ὀχομενίου φόρου κατʼ ἄρουραν ἐκ … δραχμὰς τοὺς τριάκοντα …υδετω…αι ὁμοίως ἐν τέσσαρσι σφραγεῖσι ἐν α μὲν ἄρουραι δ ἄλλῃ ἀρούραι β 𐅵 ἄλλῃ ἄρουραι β καὶ ἐν ἄλλῃ ἄρουραι β τὰς εἰς τὸ αὐτὸ ἀρούρας δέκα ἥμισυ ὥστε σπεῖραι πυρῷ ἐκφορίου κατʼ ἔτος … … πυροῦ …ι δημοσίων … τεσσάρων ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας ἕως … … κυρία ἡ μίσθωσις, ἐπερωτηθέντες δὲ ὑπʼ ἄλλήλων ὡμολόγησαν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου Καίσαρος Σεβαστῶν Ἁθὺρ γ. Αὐρήλιοι Τιῶρις καὶ Πανκολλαῦχις καὶ …υσᾶς καὶ Καροῦσις οἱ δ μεμισθώκαμεν τὴν γῆν ὡς πρόκειται καὶ ἔσχαμεν τὰς δραχμὰς τριακοσίας εἰς συγκυρην πυροῦ δημοσι… …διολ α. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν …τιανὸς Θωνᾶς ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα

---

Documentary Papyri, P.Ryl. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ryl;4.
