# P.Sakaon 41

Documentary Papyri, P.Sakaon, P.Sakaon 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/41

Σαβινιανῶι τῷ διασημοτάτωι ἡγεμόνι Μερκουριανῆς Αἰγύπτου παρὰ Ἀρίωνος Διοσκόρου ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοΐτου νομοῦ. προσέταξέν σου τὸ μεγαλεῖον, δέσποτα ἡγεμών, κατὰ θεῖον πρόσταγμα, μηδένα ὑπεραπαιτηθῆναι ἀλλʼ ἕκαστον ὑπαντᾶν πρὸς τὰ ἴδια βάρη. ἐπεὶ τοίνυν συνεβίωσα γυναικὶ Εἰρήνῃ καὶ ἐτεκνοποιησάμην ἐξ αὐτῆς καὶ αὐτή τε ἅμα τοῖς τέκνοις τὸν βίον μετήλλαξαν — ἐπεὶ τοίνυν οἱ πρακτῆρες ἐπὶ τόπων, καταφρονοῦντες τῆς μετριότητός μου καὶ ἀπραγμοσύνης ὁμοῦ τε καὶ τοῦ γήρους καὶ τῆς ἀτεκνίας μου, ἐπέρχονταί μοι βιάσασθαί με βουλόμενοι τῆς γῆς τοῦ πενθεροῦ μου ἕνεκεν τοῦ μηδεμίαν μετουσίαν ἔχοντός μου πρὸς αὐτόν, διὰ τοῦτο δέομαι καὶ παρακαλῶ τῆς σῆς ἀρετῆς ὅπως οἰκτίρῃς μου τὸ γῆρας καὶ τὴν καταλαβοῦσάν με συμφορὰν τῶν ἀπογενομένων μου τέκνων καὶ κελεύσῇς διʼ εὐτονωτάτης σου ὑπογραφῆς διʼ οὗ ἐὰν δοκιμάσῃς κωλυθῆναι τὴν γιγνομένην κατʼ ἐμοῦ βίαν ἐπὶ τόπων, ἵνα δυνηθῶ ὑπαντᾶν πρὸς τὰ ἴδια βάρη τῆς γῆς μου καὶ διὰ παντὸς τῇ τύχῃ σου χάριτας ὁμολογῆσαι. διευτύχει. Ἀρείων ἐπιδέδωκα. Ἰσίδωρος α…ν…πολ ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα. Ἐπεὶφ κ. οὐκ ἀγνοεῖ ὁ πραιπόσιτος τοῦ πάγου τίνα χρὴ μεθοδεύεσθαι ὑπὲρ τῶν τῆς γῆς εὐσεβῶν εἰσφορῶν. κόλλημα ρκ τόμου α

---

Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sakaon.
